Ancient Greek · ~6 min
2.71 to 2.77
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.71-77
Not analysed yet
Ἔτι δ’ ἄνω διατρίβων ἐμυσταγωγεῖτο παιδευόμενος τὰ κατὰ τὴν ἱερωσύνην πάντα καὶ πρῶτα, ἃ δὴ καὶ πρῶτα τῇ τάξει, τὰ περὶ τὴν τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ κατασκευήν. εἰ μὲν οὖν τὴν χώραν, εἰς ἣν μετανίσταντο, ἤδη παρειλήφεσαν, ἀναγκαῖον ἦν ἱδρύσασθαι περισημότατον νεὼν ἐν τῷ καθαρωτάτῳ λίθων πολυτελῶν ὕλης καὶ περὶ αὐτὸν τείχη μεγάλα δείμασθαι καὶ νεωκόροις παμπληθεῖς οἰκίας, ὀνομάσαντας ἱερόπολιν τὸν τόπον. ἐπεὶ δ’ ἔτι κατὰ τὴν ἐρήμην ἐπλάζοντο, τοῖς μήπω παγίως ἱδρυθεῖσιν ἥρμοττε φορητὸν ἔχειν ἱερόν, ἵν’ ἐν ταῖς ὁδοιπορίαις καὶ στρατοπεδείαις ἀνάγωσι θυσίας καὶ τὰ ἄλλα ὅσα κατὰ τὰς ἱερουργίας δρῶσι μηδενὸς ἀμοιροῦντες ὧν χρὴ τοὺς ἐν πόλεσιν οἰκοῦντας. σκηνὴν οὖν, ἔργον ἱερώτατον, δημιουργεῖν ἔδοξεν, ἧς τὴν κατασκευὴν θεσφάτοις λογίοις ἐπὶ τοῦ ὄρους Μωυσῆς ἀνεδιδάσκετο, τῶν μελλόντων ἀποτελεῖσθαι σωμάτων ἀσωμάτους ἰδέας τῇ ψυχῇ θεωρῶν, πρὸς ἃς ἔδει καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς καὶ νοητῶν παραδειγμάτων αἰσθητὰ μιμήματα ἀπεικονισθῆναι. προσῆκον γὰρ ἦν τῷ ὡς ἀληθῶς ἀρχιερεῖ καὶ τὴν τοῦ ἱεροῦ κατασκευὴν ἐπιτραπῆναι, ἵν’ ἐκ πολλοῦ τοῦ περιόντος ἡρμοσμένας καὶ συμφώνους τοῖς δημιουργηθεῖσι ποιῆται τὰς ἐν τῷ ἱερᾶσθαι λειτουργίας. ὁ μὲν οὖν τύπος τοῦ παραδείγματος ἐνεσφραγίζετο τῇ διανοίᾳ τοῦ προφήτου διαζωγραφούμενος καὶ προδιαπλαττόμενος ἀφανῶς ἄνευ ὕλης ἀοράτοις εἴδεσι· τὸ δ’ ἀποτέλεσμα πρὸς τὸν τύπον ἐδημιουργεῖτο, ἐναποματτομένου τὰς σφραγῖδας τοῦ τεχνίτου ταῖς προσφόροις ἑκάστων ὑλικαῖς οὐσίαις. ἦν δ’ ἡ κατασκευὴ τοιάδε· ὀκτὼ καὶ τεσσαράκοντα κίονες κέδρου τῆς ἀσηπτοτάτης ἀπὸ στελεχῶν κοπέντες εὐερνεστάτων περιεβάλλοντο χρυσῷ βαθεῖ· κἄπειθ’ ἑκάστῳ δύο ἀργυραῖ βάσεις ὑπηρείδοντο καὶ κατὰ τὸ ἀκροκιόνιον ἐφηρμόζετο χρυσῆ κεφαλίς.