Ancient Greek · ~3 min
2.79 to 2.81
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.79-81
Not analysed yet
ὥστε τῆς σκηνῆς τοὺς σύμπαντας εἶναι, δίχα τῶν ἐν ταῖς γωνίαις δυοῖν ἀφανῶν, πέντε καὶ πεντήκοντα ἐμφανεῖς, τὸν ἀπὸ μονάδος ἄχρι δεκάδος τῆς παντελείας συμπληρούμενον ἀριθμόν. εἰ δὲ βουληθείη τις τοὺς ἐν τῷ προπυλαίῳ πέντε τῷ ὑπαίθρῳ συνάπτοντας, ὃ κέκληκεν αὐλήν, τιθέναι χωρίς, ἀπολειφθήσεται ὁ ἁγιώτατος πεντηκοντάδος ἀριθμός, δύναμις ὢν τοῦ ὀρθογωνίου τριγώνου, ὅπερ ἐστὶ τῆς τῶν ὅλων γενέσεως ἀρχή, συμπληρωθεὶς ἐκ τῶν ἐντὸς κιόνων, τεσσαράκοντα μὲν τῶν καθ’ ἑκατέραν πλευρὰν εἴκοσιν, ἓξ δὲ τῶν ἐν μέσῳ δίχα τῶν παρὰ ταῖς γωνίαις ἀποκεκρυμμένων, τεσσάρων δὲ τῶν ἀντικρύ, ἐφ’ ὧν τὸ καταπέτασμα. τὴν δ’ αἰτίαν, ἧς ἕνεκα τοὺς πέντε τοῖς πεντήκοντα συγκατατάττω καὶ χωρὶς αὐτῶν τίθημι, δηλώσω. ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν, αἴσθησις δ’ ἐν ἀνθρώπῳ τῇ μὲν νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ.