Ancient Greek
2.85 to 2.86
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.85-86
Not analysed yet
οἱ μὲν οὖν ὀκτὼ καὶ εἴκοσι πήχεις τῶν αὐλαιῶν τοιαύτην ἔχουσι τὴν διανομήν· δέκα μὲν κατὰ τὸν ὄροφον —τοσοῦτον γάρ ἐστι τῆς σκηνῆς τὸ εὖρος —,οἱ δὲ λοιποὶ κατὰ τὰς πλευράς, ἑκατέρωθεν ἐννέα, πρὸς σκέπην ἀποτείνονται τῶν κιόνων, ὑπολειπομένου πήχεως ἀπὸ τοῦ ἐδάφους, ἵνα μὴ ἐπισύρηται τὸ πάγκαλον καὶ ἱεροπρεπὲς ὕφασμα. τῶν δὲ τεσσαράκοντα, οἳ συναριθμοῦνται ἐκ τοῦ τῶν δέκα αὐλαιῶν πλάτους, τριάκοντα μὲν ἀπολαμβάνει τὸ μῆκος —τοσοῦτον γάρ ἐστι καὶ τὸ τῆς σκηνῆς —,ἐννέα δὲ ὁ ὀπισθόδομος, τὸν δὲ λοιπὸν τὸ κατὰ τὸ προπύλαιον, ἵνα δεσμὸς ᾖ τοῦ ὅλου περιβλήματος· ἐπὶ δὲ τοῦ προπυλαίου τὸ καταπέτασμα.