Ancient Greek
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.88
Not analysed yet
τὰς δὲ τῶν ὑφασμάτων ὕλας ἀριστίνδην ἐπέκρινεν ἐκ μυρίων ὅσων ἑλόμενος τοῖς στοιχείοις ἰσαρίθμους, ἐξ ὧν ἀπετελέσθη ὁ κόσμος, καὶ πρὸς αὐτὰ λόγον ἐχούσας, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἡ μὲν γὰρ βύσσος ἐκ γῆς, ἐξ ὕδατος δ’ ἡ πορφύρα, ἡ δ’ ὑάκινθος ἀέρι ὁμοιοῦται —φύσει γὰρ μέλας οὗτος —,τὸ δὲ κόκκινον πυρί, διότι φοινικοῦν ἑκάτερον· ἦν γὰρ ἀναγκαῖον ἱερὸν χειροποίητον κατασκευάζοντας τῷ πατρὶ καὶ ἡγεμόνι τοῦ παντὸς τὰς ὁμοίας λαβεῖν οὐσίας, αἷς τὸ ὅλον ἐδημιούργει.