Ancient Greek · ~7 min
2.92 to 2.99
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.92-99
Not analysed yet
τὰ γὰρ προπύλαια τῆς σκηνῆς ὡσανεὶ μέσος ὅρος ἵδρυτο διττῆς πεντηκοντάδος, τῆς μὲν κατ’ ἀνατολάς, ἔνθα αἱ εἴσοδοι, τῆς δὲ πρὸς δυσμάς, ἔνθα τό τε μῆκος τῆς σκηνῆς καὶ ὁ κατόπιν περίβολος. κάλλιστον δὲ καὶ μέγιστον ἄλλο προπύλαιον ἐν ἀρχῇ τῆς εἰς τὴν αὐλὴν εἰσόδου κατεσκευάζετο διὰ τεττάρων κιόνων, καθ’ ὧν ἐτείνετο ποικίλον ὕφασμα τὸν αὐτὸν τρόπον τοῖς εἴσω κατὰ τὴν σκηνὴν κἀκ τῆς ὁμοίας ὕλης ἀπειργασμένον. Ἅμα δὲ τούτοις ἐδημιουργεῖτο καὶ σκεύη ἱερά, κιβωτός, λυχνία, τράπεζα, θυμιατήριον, βωμός. ὁ μὲν οὖν βωμὸς ἱδρύετο ἐν ὑπαίθρῳ, τῶν εἰσόδων τῆς σκηνῆς ἀντικρύ, ἀφεστὼς τοσοῦτον ὅσον ἱκανὸν λειτουργοῖς εἶναι διάστημα πρὸς τὰς καθ’ ἑκάστην ἡμέραν ἐπιτελουμένας θυσίας. ἡ δὲ κιβωτὸς ἐν ἀδύτῳ καὶ ἀβάτῳ τῶν καταπετασμάτων εἴσω, κεχρυσωμένη πολυτελῶς ἔνδοθέν τε καὶ ἔξωθεν, ἧς ἐπίθεμα ὡσανεὶ πῶμα τὸ λεγόμενον ἐν ἱεραῖς βίβλοις ἱλαστήριον. τούτου μῆκος μὲν καὶ πλάτος μεμήνυται, βάθος δ’ οὐδέν, ἐπιφανείᾳ γεωμετρικῇ μάλισθ’ ὡμοιωμένου, ὅπερ ἔοικεν εἶναι σύμβολον φυσικώτερον μὲν τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως, ἠθικώτερον δὲ διανοίας πάλιν, ἵλεω δ’ ἑαυτῇ, τὴν πρὸς ὕψος ἄλογον αἴρουσαν καὶ φυσῶσαν οἴησιν ἀτυφίας ἔρωτι σὺν ἐπιστήμῃ στέλλειν καὶ καθαιρεῖν ἀξιούσης. ἀλλ’ ἡ μὲν κιβωτὸς ἀγγεῖον νόμων ἐστίν· εἰς γὰρ ταύτην κατατίθεται τὰ χρησθέντα λόγια· τὸ δ’ ἐπίθεμα τὸ προσαγορευόμενον ἱλαστήριον βάσις ἐστὶ πτηνῶν δυοῖν, ἃ πατρίῳ μὲν γλώττῃ προσαγορεύεται Χερουβίμ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἐπίγνωσις καὶ ἐπιστήμη πολλή. ταῦτα δέ τινες μέν φασιν εἶναι σύμβολα τῶν ἡμισφαιρίων ἀμφοῖν κατὰ τὴν ἀντιπρόσωπον θέσιν, τοῦ τε ὑπὸ γῆν καὶ ὑπὲρ γῆν· πτηνὸν γὰρ ὁ σύμπας οὐρανός. ἐγὼ δ’ ἂν εἴποιμι δηλοῦσθαι δι’ ὑπονοιῶν τὰς πρεσβυτάτας καὶ ἀνωτάτω δύο τοῦ ὄντος δυνάμεις, τήν τε ποιητικὴν καὶ βασιλικήν· ὀνομάζεται δ’ ἡ μὲν ποιητικὴ δύναμις αὐτοῦ θεός, καθ’ ἣν ἔθηκε καὶ ἐποίησε καὶ διεκόσμησε τόδε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, ᾗ τῶν γενομένων ἄρχει καὶ σὺν δίκῃ βεβαίως ἐπικρατεῖ.