# De vita Mosis (lib. i‑ii) 225-227

Philo Judaeus, De vita Mosis (lib. i‑ii), 225 to 227. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-vita-mosis-lib-i-ii/225

τὰ δ’ ὅπλα καὶ μηχανήματα ἡμῶν καὶ πᾶσα ἡ δύναμις ἐν μόνῳ τῷ πιστεύειν θεῷ κεῖται· ταύτην ἔχοντες τὴν παρασκευὴν οὐδενὶ τῶν φοβερῶν εἴξομεν· ἱκανὴ γὰρ ἀμάχους ῥώμας εὐεξίαις, τόλμαις, ἐμπειρίαις, πλήθεσιν ἐκ πολλοῦ τοῦ περιόντος κατακρατεῖν, δι’ ἣν καὶ ἐν ἐρήμῃ βαθείᾳ χορηγίαι πάντων εἰσὶν ὅσα ἐν εὐετηρίᾳ πόλεων. ὁ δὲ καιρός, ἐν ᾧ μάλιστα χώρας ἀρετὴν δοκιμάζεσθαι συμβέβηκεν, ἔαρ ἐστίν, ὃ νῦν ἐφέστηκεν· ὥρᾳ γὰρ ἔαρος τὰ μὲν σπαρέντα τελεσφορεῖται γένη, αἱ δὲ τῶν δένδρων φύσεις ἀρχὴν λαμβάνουσιν. ἄμεινον δ’ ἂν εἴη καὶ ἐπιμεῖναι μέχρι θέρους ἀκμάζοντος καὶ διακομίσαι καρποὺς οἱονεὶ δείγματα χώρας εὐδαίμονος.“ ταῦτ’ ἀκούσαντες ἐπὶ τὴν κατασκοπὴν ἐξῄεσαν ὑπὸ παντὸς τοῦ πλήθους προπεμπόμενοι δεδιότος, μὴ συλληφθέντες ἀπόλωνται καὶ συμβῇ δύο τὰ χαλεπώτατα, ἀνδρῶν τε, οἳ φυλῆς ἑκάστης ὄψις ἦσαν, σφαγαὶ καὶ ἄγνοια τῶν παρὰ τοῖς ἐφεδρεύουσιν ἐχθροῖς ὧν ὠφέλιμος ἡ ἐπιστήμη.

---

Philo Judaeus, De vita Mosis (lib. i‑ii), ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg022.local001/.
