# De vita Mosis (lib. i‑ii) 270-273

Philo Judaeus, De vita Mosis (lib. i‑ii), 270 to 273. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-vita-mosis-lib-i-ii/270

εἶθ’, ὥσπερ ἐξ ἐναντίας βίᾳ τινὸς ἀνωθοῦντος ἢ ἀναχαιτίζοντος, ὑπὸ πόδας ἐχώρει καὶ πάλιν ἐπὶ δεξιὰ καὶ εὐώνυμα ἐπιφερόμενον καὶ ὧδε κἀκεῖσε πλαζόμενον οὐκ ἠρέμει, καθάπερ ἐν οἴνῳ καὶ μέθῃ καρηβαροῦν, καὶ πολλάκις τυπτόμενον ἠλόγει τῶν πληγῶν, ὥστε καὶ τὸν ἐποχούμενον μικροῦ καταβαλεῖν καὶ καθεζόμενον ὅμως ἀντιλυπῆσαι. τῶν γὰρ παρ’ ἑκάτερα χωρίων ἦσαν αἱμασιαὶ καὶ φραγμοὶ πλησίον· ὁπότ’ οὖν τούτοις προσηράχθη φερόμενον, γόνυ καὶ κνήμας καὶ πόδας ὁ δεσπότης θλιβόμενος καὶ πιεζόμενος ἀπεδρύπτετο. ἦν δ’, ὡς ἔοικε, θεία τις ὄψις, ἣν τὸ μὲν ζῷον ἐπιφοιτῶσαν ἐκ πολλοῦ θεασάμενον ὑπέπτηξεν, ὁ δ’ ἄνθρωπος οὐκ εἶδεν, εἰς ἔλεγχον ἀναισθησίας· ὑπὸ γὰρ ἀλόγου ζῴου παρευημερεῖτο τὰς ὄψεις ὁ μὴ μόνον τὸν κόσμον ἀλλὰ καὶ τὸν κοσμοποιὸν αὐχῶν ὁρᾶν. μόλις γοῦν τὸν ἀνθεστηκότα ἰδὼν ἄγγελον, οὐκ ἐπειδὴ τοιαύτης θέας ἦν ἄξιος, ἀλλ’ ἵνα τὴν ἀτιμίαν καὶ οὐδένειαν ἑαυτοῦ καταλάβῃ, πρὸς ἱκεσίας καὶ λιτὰς ἐτράπετο συγγνῶναι δεόμενος ὑπ’ ἀγνοίας ἀλλ’ οὐ καθ’ ἑκούσιον γνώμην ἁμαρτόντι.

---

Philo Judaeus, De vita Mosis (lib. i‑ii), ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg022.local001/.
