# De vita Mosis (lib. i‑ii) 318-324

Philo Judaeus, De vita Mosis (lib. i‑ii), 318 to 324. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-vita-mosis-lib-i-ii/318

παγκάλη δὲ ἡ διανομὴ τῶν ἀπαρχῶν· τὰς μὲν τῶν μὴ πεπολεμηκότων, ἡμίσειαν ἀρετῆς τὴν χωρὶς ἔργου προθυμίαν αὐτὸ μόνον ἐπιδειξαμένων, τοῖς νεωκόροις ἀπένειμε, τὰς δὲ τῶν ἀγωνισαμένων, οἳ σώμασι καὶ ψυχαῖς ἐκινδύνευσαν ὁλόκληρον ἀνδραγαθίαν παρασχόμενοι, τῷ προεστηκότι τῶν νεωκόρων ἱερεῖ τῷ μεγάλῳ, τὰς δὲ τῶν ταξιαρχῶν ἅτε ἡγεμονικὰς τῷ συμπάντων ἡγεμόνι θεῷ. Πάντες οὗτοι διεπολεμήθησαν οἱ πόλεμοι, μήπω διαβεβηκότων Ἰορδάνην τὸν ἐγχώριον ποταμόν, πρὸς τοὺς τῆς ἀντιπέρας γῆς οἰκήτορας εὐδαίμονος καὶ βαθείας, ἐν ᾗ πολλὴ πεδιὰς σιτοφόρος καὶ χιλὸν κτήνεσιν ἐνεγκεῖν ἀγαθή. ταύτην ὡς ἐθεάσαντο τὴν χώραν αἱ κτηνοτρόφοι δύο φυλαί, μοῖρα τοῦ σύμπαντος ἕκτη στρατοῦ, Μωυσῆν ἱκέτευον ἐπιτρέψαι τὰς κληρουχίας ἐνταυθοῖ λαβεῖν αὐτὰς ἤδη ποτὲ ἱδρυθείσας· ἐπιτηδειότατον γὰρ ἔφασκον εἶναι τὸν τόπον ἐννέμεσθαί τε καὶ ἐμβόσκεσθαι θρέμμασιν εὔυδρον ὄντα καὶ εὔχορτον καὶ προβατευσίμην ἄφθονον πόαν ἀπαυτοματίζοντα. ὁ δὲ νομίσας αὐτοὺς ἢ προεδρίᾳ τὴν διανομὴν τά τε γέρα πρὸ καιροῦ λαμβάνειν ἀξιοῦν ἢ πρὸς τοὺς μέλλοντας πολέμους ἀποκνεῖν, ἐφεδρευόντων ἔτι πλειόνων βασιλέων, οἳ τὴν εἴσω τοῦ ποταμοῦ χώραν διεκεκλήρωντο, πάνυ δυσχεράνας πρὸς ὀργὴν ἀποκρίνεται καί φησιν· „ὑμεῖς μὲν οὖν ἐνταυθοῖ καθεδεῖσθε σχολὴν ἐν οὐ δέοντι καὶ ἀργίαν ἕξοντες, τοὺς δ’ ὑμετέρους συγγενεῖς καὶ φίλους οἱ λειπόμενοι τραχηλιοῦσι πόλεμοι, καὶ τὰ μὲν ἆθλα μόνοις ὑμῖν ὡς ἐπὶ κατωρθωμένοις πᾶσι δοθήσεται, μάχαι δὲ καὶ πόνοι καὶ ταλαιπωρίαι καὶ οἱ ἀνωτάτω κίνδυνοι ἑτέρους ἀναμενοῦσιν; ἀλλ’ οὐ δίκαιον ὑμᾶς μὲν εἰρήνην καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ καρποῦσθαι, τοὺς δ’ ἄλλους πολέμοις καὶ κακοῖς ἀμυθήτοις ἐναθλεῖν, οὐδὲ προσθήκην τὸ ὅλον μέρους εἶναι· τοὐναντίον γὰρ ἕνεκα τῶν ὅλων τὰ μέρη κληρονομίας ἀξιοῦται. πάντες ἐστὲ ἰσότιμοι, γένος ἕν, οἱ αὐτοὶ πατέρες, οἰκία μία, ἔθη τὰ αὐτά, κοινωνία νόμων, ἄλλα μυρία, ὧν ἕκαστον τὴν οἰκειότητα συνδεῖ καὶ πρὸς εὔνοιαν ἁρμόζεται. διὰ τί δὴ τῶν ἴσων ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις ἀξιωθέντες ἐν ταῖς διανομαῖς πλεονεκτήσετε, ὡς ἢ ἄρχοντες ὑπηκόων ἢ δεσπόται δούλων καταφρονήσαντες;

---

Philo Judaeus, De vita Mosis (lib. i‑ii), ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg022.local001/.
