# De vita Mosis (lib. i‑ii) 77-83

Philo Judaeus, De vita Mosis (lib. i‑ii), 77 to 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philo-judaeus/de-vita-mosis-lib-i-ii/77

ἦν δὲ τὰ σημεῖα τοιάδε· ῥάβδον, ἣν εἶχεν, εἰς τοὔδαφος ῥῖψαι κελεύει· ἡ δ’ αὐτίκα ψυχωθεῖσα εἷρπε καὶ τῶν ἀπόδων τὸ ἡγεμονικώτατον ὑπερμεγέθης δράκων γίνεται τελειότατος· ταχέως δ’ ἀποχωρήσας ἀπὸ τοῦ ζῴου καὶ διὰ δέος ἤδη πρὸς φυγὴν ὁρμῶν μετακαλεῖται καὶ θεοῦ προστάξαντος ἅμα τε θάρσος ἐμποιήσαντος ἐπιδράττεται τῆς οὐρᾶς. ὁ δὲ ἰλυσπώμενος ἔτι κατὰ τὴν ἐπαφὴν ἵσταται καὶ πρὸς μῆκος εὖ μάλα ταθεὶς εὐθὺς εἰς βακτηρίαν μετεστοιχειοῦτο τὴν αὐτήν, ὡς θαυμάζειν μὲν τὰς μεταβολὰς ἀμφοτέρας, ποτέρα δὲ καταπληκτικωτέρα, μὴ δύνασθαι διακρίνειν, τῆς ψυχῆς ἰσορρόπῳ πληχθείσης φαντασίᾳ. τοῦτο μὲν δὴ πρῶτον, ἕτερον δ’ οὐκ εἰς μακρὰν ἐθαυματουργεῖτο· τῶν χειρῶν τὴν ἑτέραν προστάττει τοῖς κόλποις ἐπικρύψαντα μικρὸν ὕστερον προενεγκεῖν· δράσαντος δὲ τὸ κελευσθέν, ἡ χεὶρ λευκοτέρα χιόνος ἐξαπιναίως ἀναφαίνεται· πάλιν δὲ καθέντος εἰς τοὺς κόλπους καὶ ἀνενεγκόντος, εἰς τὴν αὐτὴν χρόαν τρέπεται τὸ οἰκεῖον ἀπολαβοῦσα εἶδος. ταῦτα μὲν οὖν ὑπὸ μόνου μόνος ἐπαιδεύετο, ὡς παρὰ διδασκάλῳ γνώριμος, ἔχων παρ’ ἑαυτῷ τὰ τῶν τεράτων ὄργανα, τήν τε χεῖρα καὶ τὴν βακτηρίαν, οἷς προεφωδιάσθη. τρίτον δ’ ἐπιφέρεσθαι μὲν οὐκ ἦν οὐδὲ προδιδάσκεσθαι, ἔμελλε δ’ ἐκπλήττειν οὐκ ἔλαττον τὴν ἀρχὴν τοῦ γίνεσθαι λαβὸν ἐν Αἰγύπτῳ. ἦν δὲ τοιοῦτο· „τοῦ ποταμίου“ φησίν „ὕδατος ὅσον ἂν ἀρυσάμενος ἐπὶ τὴν γῆς ἐκχέῃς, αἷμα ξανθότατον ἔσται πρὸς τῇ χρόᾳ καὶ τὴν δύναμιν ἑτεροιωθὲν εἰς ἀλλαγὴν παντελῆ.“ πιστὸν δ’ ὡς ἔοικε καὶ τοῦτ’ ἀνεφαίνετο, οὐ μόνον διὰ τὸ τοῦ λέγοντος ἀψευδές, ἀλλὰ καὶ διὰ τὰ ἤδη προεπιδειχθέντα ἐπί τε τῆς χειρὸς καὶ τῆς βακτηρίας θαυματουργήματα. πιστεύων δ’ ὅμως παρῃτεῖτο τὴν χειροτονίαν ἰσχνόφωνον καὶ βραδύγλωσσον, οὐκ εὔλογον, αὑτὸν εἶναι φάσκων καὶ μάλιστ’ ἀφ’ οὗ λέγοντος ἤκουε θεοῦ· νομίσας γὰρ τὴν ἀνθρωπίνην λογιότητα κατὰ σύγκρισιν τῆς θείας ἀφωνίαν εἶναι καὶ ἅμα τὴν φύσιν εὐλαβὴς ὢν ὑπεστέλλετο τοῖς ὑπερόγκοις, τὰ λίαν μεγάλα κρίνων οὐ καθ’ αὑτόν, καὶ παρεκάλει ἕτερον ἑλέσθαι τὸν εὐμαρῶς ἕκαστα τῶν ἐπισταλέντων διαπράξασθαι δυνησόμενον.

---

Philo Judaeus, De vita Mosis (lib. i‑ii), ed. Leopold Cohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0018.tlg022.local001/.
