# P.Herc. 1008 13

Philodemus, P.Herc. 1008, Column 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/13

ωστφερ οντφιλωεελὲς ὄν, ὅτι τῆς πρότερον ὑπερηφανίας ἀνεμίμνησκεν· διὸ καί φασιν ἀχθόμενον αὐτὸν ἐπὶ τῶι σχεδὸν πάντας ἐπιχαίρειν πρὸς Ἀρχέλαον ἀπελθεῖν· — παρατιθέναι δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς μεγάλαις ὡς συνιστᾶσιν αὑτοὺς, ὅταν ἴσοι καὶ συνεσταλμένοι φαίνωνται κατὰ τὴν ὁμιλίαν καὶ καθάπερ ἐξ ἐναντίας ἱστάμενοι τῶι τῆς τύχης ὄ γκωι, τὸν Ἀλέξανδρον, ὃς ἐπὶ τὸν αὑτοῦ θρόνον ἐκάθισεν τὸν ῥιγοῦντα Μακεδόνα πυρὸς παρακειμένου, καὶ Διονύσιον, ὃς πρὸς τὸν οἰμώξῃ Διονύσιε φήσαντα σὺ μὲν οὖν, ἀπή ντησεν, εἰ μὴ τὸ ἥμισυ τῆς ὑποθήκης ἐπανοίσεις· καὶ τ οὺς ἄλλους τοὺς ἀνθρώποις πρᾴως διὰ λόγων ἢ ἔργων ὁμιλήσαντας· καὶ πάλι τοὺς ἐναντίως δι' ἕν ῥῆμα βαρὺ δυσχέρειαν ἐπισπασαμένους, ὡς Δημήτριον, ὅτε Μακεδόνες ἀπολιπόντες αὐτὸν πρὸς Πύ ῤῥον μετέστησαν. — ἐννοεῖν δὲ καί, διότι μικροπρεπὲς ἐμφαίνεται τὸν πεπεισμένον ἁδρὸν εἶναι τὸ πρὸς πάντας ὑπερηφανεύεσθαι· παραπλήσιον γάρ ἐστιν ἐκ παραδόξου τετυχότα τῆς εὐκληρίας ὁθενοῦν μεγαλο ψυχίαν ὑποκρινόμενον μὴ σφόδρα δοκεῖν ἐπευφραίνεσθαι

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
