# P.Herc. 1008 14

Philodemus, P.Herc. 1008, Column 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/14

μιμνήσκοντες καὶ λοιδοροῦντες. — παρυπομιμνήσκειν δὲ καὶ τοῦ περὶ τὰς πράξεις ἁμαρτωλοῦ τῶν μόνων, ἐπιτευκτικοῦ δὲ τῶν συνεργουμένων ὑφ' ἐνὸς καὶ πλειόνων· ὁ γὰρ ὑπερήφανος οὔτε συνπαραληπτικὸς ἑτέρων, ἅμα μὲν ὑπ' οἰήσεως, ἅμα δὲ διὰ τὸ τοὺς ἄλλους ὑπερφρονεῖν, ἄν τε παρακαλῇ, χαλεπὸς ὑπακούειν διά τε τὴν ἄλλην ἀηδίαν καὶ διὰ τὸ τὰς πράξεις ἐξιδιάζεσθαι θέλειν, εἶτ' ἀσυνέργητος ὤν· πολλοὺς δὲ τοὺς παρατηροῦντας καὶ ὑποσκελίζοντας συνηρανικὼς κατὰ λόγον διαπίπτει κἄπειτα κουφίζεται τῆς ὑπερηφανίας, ἐπεὶ διὰ τῶν λόγων οὐ βούλεται, διὰ τῶν ἀποτεύξεων· διὸ κἀν τοῖς δικαστηρίοις καὶ τοῖς ἀγῶσιν ἐλαττοῦνται. Τιμοκρέων γοῦν Σ ε ρίφιος ὑπερήφανος ὢν πρὸς μὲν τὸν ὅτ' εἰσῄει πυνθανόμενον, ποταπός ἐστιν· τοῦ κήρυκος εἶπεν, ἀκούσει μικρὸν ὕστ ε ρ ον· διαδοθέντος δὲ τοῦ λεχ θέντος οὕτως ἀντέκοψε τοῖς θεωροῦσιν, ὥστε τὸν βραβευτὴν ἐ κτείνοντ' αὐτῶι τὴν ῥάβδον ἄιδ ο ντι καστόρειον μικροῦ καταπ αῦσαι· διόπερ ἡττημ ένος ὅτ' ἐξῄει ταὐτοῦ ποταπ ός ἐπερωτῶντος· Σερίφιος ἀπήντησεν. — λογίζεσθαι δὲ καί, διότι τὴν λαμπρὰν τύχην ἀποδ ε δ υ μένος καθαιρήσει φρόνημα καὶ ἐ ν ταπειν ο τάτηι περιστάσει φανεῖται

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
