# P.Herc. 1008 16

Philodemus, P.Herc. 1008, Column 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/16

νται χρονισθείσης ὑ περηφανίας. — καὶ φοβεῖσθ α ι τὴν ὑπὸ πλειόνων α ὑτοῦ μειζόνων καθυπερηφανίαν δικαιότατα γενησομένην, καὶ μ ήποθ' οὓς ὑπερορᾷ τις ἐπὶ τούτους αὐτὸν ἡ τύχη ποιήσηι καταφεύγειν, ὃ γέγονε πολλάκις ἤδη καὶ πόλεσι καὶ ἀνθρώποις, οὓς εἰ μὲν ὁμοίους εὑρίσκοι, περιορῷτ' ἂν εὐλόγως, εἰ δὲ μετρίους, ὑπὸ τῆς ἐκείνων εὐγνωμοσύνης μᾶλλον ἁμαρτάνων ἐξελέγχοιτ' ἄν. — ἐννοεῖν δ', ὅτι καὶ εἰς μωρίαν ἐνίοτε τὸ νόσημα περιίστησιν ἢ μανίαν, εἰ μὴ τὰ Ξέρξου τῶν δυεῖν οὐκ ἔχεται ἢ θἀτέρου, τὸ ζευγνύειν τὸν Ἑλλήσποντον καὶ καθιέναι πέδας εἰς τὴν θάλατταν καὶ τἆλλα ποιεῖν ἃ περὶ αὐτοῦ λέγουσιν· ἢ τὸ θεοὺς ἐξ ἀνθρώπων ἑαυτοὺς γεγονέναι δοκεῖν καὶ τἆλλ' ὅσα γίνεται περὶ τοὺς ἀνέδην ὑπερηφανοῦντας. — τοσαῦτα μὲν οὖν ἱκανὰ καὶ περὶ τούτων ἐπειπεῖν· ὁ δ' αὐθάδης λεγόμενος ἔοικε μὲν εἶναι μεικτὸς ἐξ οἰήσεως καὶ ὑπερηφανίας καὶ ὑπεροψίας, μετέχων δὲ καὶ πολλῆς εἰκαιότητος. Τοιοῦτος γάρ ἐστιν, φησὶν ο Ἀρίστων, οἷος ἐν τῆι μάκτραι θερμὸν ἢ ψυχρὸν αἰτεῖν μὴ προανακρ ί ν ας τὸν συμβεβηκότ', εἰ κἀκείνῳ συναρέσκει, καὶ

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
