# P.Herc. 1008 19

Philodemus, P.Herc. 1008, Column 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/19

οὐκ ἂν δι δων ἐπιτρέπειν. Τῶι μὲν οὖν αὐθάδει τὰ τ' ἐκ τῆς οἰήσεως καὶ τῆς ὑπερηφανίας καὶ ὑπεροψίας, εἰ μὴ καὶ τῆς ἀλαζονείας, δυσχερῆ παρακολουθεῖ καὶ ἰδίως τὰ ἐκ τῆς εἰκαιότητος καὶ τὰ διὰ τῆς ὀργῆς τούτων οἷς οὕτω προσφέρεται, καὶ τὸ τυγχάνειν ὁμοίων ἤ, μηδὲ βουλομένων εἰς ὁτιδήποτε κοινώνημα συνκαταβαίνειν, δυσχρηστεῖσθαι, καὶ τὸ περὶ μαινομένου πάντας φέρεσθαι καὶ καθαιρεῖν, διότι τὴν κακίαν ἔχειν αὐτὸν ὑπονοοῦσιν. Τῶι δ' αὐθεκάστωι τά τε παρὰ τὰς ἀτοπίας, ἐξ ὧν μέμεικται, καὶ τὸ μόνον ἀφραινεῖν, ὅτι μόνος οἴεται περὶ πάντων φρονεῖν· διὸ κἀν τοῖς πλείστοις ἀποτυγχάνειν, καὶ ἐπιχαίρεσθαι μετὰ καταγέλωτος ὑπὸ πάντων, κα ὶ μηδὲ βοηθεῖσθαι, καὶ μηδὲ τῶν σοφῶν ἀναμαρτήτων εἶναι λεγόντων μηδ' ἀπροσδέκτων συμβουλίας, τοῦτον ὑπὲρ αὐτοὺς νομίζοντα φρονεῖν ἐξ ἀνάγκης κακοδαιμονεῖν· ληρεῖν δὲ καὶ, διότι τὴν κοινῶς σύνεσιν οἴεται περιπεποιῆσθαι τὰ τῶν ἰδίας ἐμπειρίας ἐχόντων, καὶ μεταμεμελῆσθαι πολλῶν ἐξ ἀνάγκης ἐνκυρεῖν, καὶ λοιδορίας καρποῦσθαι καὶ προσκρων

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
