# P.Herc. 1008 20

Philodemus, P.Herc. 1008, Column 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/20

φασθα ι ἄνθρωπον ὁμοίων ἀνθρώπων οὐκ ἔχειν χρείαν. Ὁ δὲ παντειδήμων ἅμα τοῖς εἰρημένοις πᾶσι καὶ μαργιτομανής ἐστιν, εἰ καὶ τὸν ὄντως πολυμαθέστατον προσαγορευόμενον οἴεται πάντα δύνασθαι γινώσκειν καὶ ποιεῖν οὐχ οἷον ἑαυτόν, ὃς ἐνίοτε οὐδέν τι φωρᾶται κατέχων καὶ οὐ συνορῶν, ὅτι πολλὰ δεῖται τριβῆς, ἂν καὶ ἀπὸ τῆς αὐτῆς γίνηται μεθόδου, καθάπερ τὰ τῆς ποιητικῆς μέρη, καὶ διότι περὶ τοὺς πολυμαθεῖς ὀσμαὶ μόνον εἰσὶ πολλῶν, οὐ κατοχαί, καὶ τἀποτεύγματα περίεστιν τῶν παιδευμάτων, οὐ τὰ κατορθώματα, καὶ πάνθ' ὅσα τοῖς τοιούτοις συμβαίνειν ἀνελογιζόμεθα· καὶ διότι πόλλὰ γινώσκειν, ὧν Ἱππίας ἐκαυχᾶτο, καὶ τὸ παραπλήσιον πᾶν γένος ὀνείδη μᾶλλόν ἐστιν ἤπερ ἐγκώμια· καί — τί γὰρ δεῖ τἆλλα περὶ ληρούντων λέγειν; — ὡς, ὅταν ἀτυχήσωσι, φωρῶνται καταφεύγοντες ἐπὶ τοὺς τυχόντας καὶ τῶν ἐλαχίστων ἐλάττους αὑτοὺς εἶναι προσομολογοῦσιν. Ὁ μὲν οὖν ὑπερήφανος καὶ ὑπερόπτης ἐστίν, ὁ δ' ὑπερόπτης οὐ πάντως καὶ ὑπερ ηφανεῖ καὶ ἅπαντα διὰ τὸ χηρ ἔστιν ὅτε τα εἶναι· πέφυκε δ' οὐ

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
