# P.Herc. 1008 22

Philodemus, P.Herc. 1008, Column 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/22

διανοεῖ οσ ον, ἀλλὰ καὶ τἀναν τία μᾶλλον, ὥστ' ἐπαινεῖν ὃν ψέγει, τ απεινοῦν δὲ καὶ ψέγειν ἑαυτ όν τε καὶ τοὺς οἷός ἐστιν εἰωθένα ι πρὸς ὁνδήποτε χρόνον μετὰ παρεμφάσεως ὧν βούλε ται· συνεπινοεῖται δ' αὐτῶι κα ὶ δεινότης ἐν τῶι πλ ά σματ ι καὶ πιθανότης, ἔστιν δὲ τοιοῦτος οἷος τὰ πολλὰ μωκᾶ σθαι καὶ μορφάζειν καὶ μειδιᾶν καὶ ὑπανίστασθ αί τισιν ἐπιστᾶσιν ἄφνωι μ ετ' ἀναπηδήσεως καὶ ἀποκαλύψεως· καὶ μέχρι πολλο ῦ σ υνὼν ἐνίοις σιωπᾶν· κἂν ἐπαινῆι τις αὐτὸν ἢ κελεύηι τι λέγειν ἢ μνημονευθήσεσθαι φῶσιν αὐτόν, ἐπιφωνεῖν· ἐγὼ γὰρ οἶδα τί πλήν γε τούτου ὅτι οὐδεν οἶδα; καὶ τίς ἡμῶν λόγος; καὶ εἰ δή τις ἡμῶ ν ἔσται μνεία· καὶ πολὺς εἶναι τῶι· μακάριοι τ ῆς φύσεως οἱ μ έν τινες ἢ τῆς δυνάμεως ἢ τῆς τύχης· καὶ μὴ ψιλῶς ὀνομάζειν, ἀλλὰ Φαῖδρος ὁ καλός καὶ Λυσίας ὁ σοφός καὶ ῥήματ' ἀμφίβολα τιθέναι, χρηστόν, ἡδύν, ἀφελῆ, γενναῖον, ἀνδρεῖον· καὶ παρεπιδείκνυσθαι μὲν ὡς σοφά, προσάπτειν δ' ἑτέροις, ὡς Ἀσπασίαι καὶ Ἰσχομ άχωι Σωκράτης· καὶ πρὸ ς τοὺς ἐκ τῶν ἀρχαιρεσιῶν ἀπολυομένους· ἐδοκιμάσθης

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
