# P.Herc. 1008 24

Philodemus, P.Herc. 1008, Column 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/24

ὅμοι οι δ' εὐτελιστὴς ἢ ἐξευτελιστὴς καὶ οὐδενωτὴς ἢ ἐξουδενωτὴς καὶ ἐπὶ ταὐτὸ φέρονται, διαφέρο ντες ἀνέσει καὶ ἐπιτάσει διαβολῆς τοῦ πλησίον· ὁ μὲν γὰρ ἐξευτελιστὴς ἀπόν τ ων τινὰ φαυλότερον δὴ δοκεῖν παρίστησιν, ὁ δ' ἐξουδενωτὴς ἴσον τῶι μηδενί· λοιπὸν ἔστιν μὲν ὅτε τοιοῦτοί τινές εἰσιν ὑπεροχὴν ἐμφαίνοντες ἰδίαν ἢ τῶν οὓς ἀποσεμνύνουσιν, ἔστιν δ' ὅτε κατατρέχοντες μόνον ἐνίων, ὥστε τοὺς προτέρους καὶ ὑπερηφάνους εἶναι· διὸ καὶ δῆλον ὅτι φησὶ ν ἐπακολουθεῖν αὐτοῖς τὰ δι' ἐκείνην ἄτοπα καὶ περιττότερόν τι τῆι διαβλητικῆι καὶ βασκαντικῆι καὶ φθονητικῆι. Καὶ τὸν ὑπομνηματισμὸν δὲ τοῦτον αὐτοῦ καταπαύσομεν, ἐπισυνάψομεν δ' αὐτῶι τὸν περὶ τῶν ἄλλων κακιῶν ὧν δοκιμάζομεν ποιεῖσθαι λόγον.

---

Philodemus, P.Herc. 1008. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
