# P.Herc. 1008 6

Philodemus, P.Herc. 1008, Column 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1008/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philodemus/p-herc-1008/6
CTS URN: urn:cts:greekLit:tlg1595.dclp62439:6

α σοφός. τισὶν δὲ οὐδ' ἀντικόπτω· θεωρῶ γὰρ οὐδ' ὁμοιοτήτων ἐνίοτ' οὐσῶν ἐνίους ἔνια δοξάζοντας ἀέρια αν καὶ δυσμένεια κ αὶ φθόνος οὐδ' ἀν οἶδα λέγοντας ἀλσειν τινας λουσαι ἔχοι ε ν ἀφορμὴν τήν τε ὲν ἑαυ τῶι καταφρόνησιν ἅπαντος τοῦ χυδαίου καὶ τὸν κακισμὸν πι οικλον ἀφροσύνη ηραν προσδοχὴν θεν ἀνθρώπωιους ἐπιμειξίαν αὐτῶ ν καὶ τὴν σεμνότητα καὶ τῆς ὄψεως καὶ τοῦ παντὸς βίου· φανερὰ δὲ τ α ῦτα, διότι προσή κ ει τοῖς φρονοῦσιν καὶ διότι κατα αι καὶ ὑπολαμβάνουσιν τοιοῦτον εἶν αι τὸν φιλόσοφον· καὶ λέγ εται δ' ὑπερήφανος οὐχ ὁ ταῦτ' ἔχων, ἀλλ' ὁ φαινόμενος καταφρονητικὸς καὶ πάντων, ὅπου φυλάττει τὴν ὑπερηφανίαν καὶ διὰ τῶν ἔργων, ὑβριστ ὴς καὶ καθόλου τοιοῦτος, οἷον ὁ χαρακτὴρ ἀπεσάφει. Πλείστην δ' ὁ σοφός

---

Philodemus, P.Herc. 1008. Text: papyri.info (DCLP), via The Greek Library, © Digital Corpus of Literary Papyri and LDAB (Trismegistos), CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62439.local001/.
