# P.Herc. 1050 28

Philodemus, P.Herc. 1050, Column 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1050/28

πρότερον. εἰ δὲ τὸ νενεωλκημένον ἐν τῆι κλίνηι καὶ γραιδίου τρόπον ἀλλ' οὐχὶ μέγα ῥέζοντα καὶ ἐσσομένοισι πυθέσθαι, καθάπερ ἔθος ἐνίοις τραγωιδεῖν, ἀποπληξία πολλή τίς ἐστιν. ὡς γὰρ ἐν Ἅιδου προτιμηθησόμενοι καθάπερ ὁ Ἀχιλλεὺς τῶν τηκεδόνι στυγερῆι τελευτώντων οὕτως ἔχουσιν ὑπὸ τῆς ἀδιαληψίας ἐπιλανθανόμενοι τοῦ ποτε κατακρίνειν τῶν ἐκλιπόντων ἀναισθησίαν παντελῆ καὶ διὰ τοῦτο τοὺς αἰκιζομένους τὰ λείψανα κωφὴν γαῖαν ἀεικίζειν μενεαίνειν λέγοντες. ὅθεν οὐ διακρινεῖ φρένας ἔχων τὰ ποιητικὰ τῆς τελευτῆς, εἰς ἀναισθησίαν καὶ ἀνυπαρξίαν πάντα παραπλησίως ἄγοντα, πλὴν τῶν μέχρι πρυπ η ντ μείζ ονα πόνον ἢ λειπόμενον καὶ τελέαν ἀο χλησίαν παρασκευαζόντων· ὥστε συνγνώμη δοτέα βουλομένωι τινὶ κατὰ πόλεμον ἀποθνήσκειν εἰ προσβάλλει τῶι ξίφει ταχέως ἤ τ ινι τῶν ὁμοίων ἀπαλλαγήσεσθ αι τοῦ ζῆν ἀλλ' οὐ νόσωι καὶ ταυταπ χ οις ἐχομενμηνε γενήσεσθαι. γίνεται δ' ο ετ τῶν πόνων κεια μείζων τοῖ ς ἐφ' ἡσυχίας καὶ παρὰ φίλοις τελευτῶσι, καὶ πολλάκις οὐδὲ μεγάλας οὐδὲ μείζους ἐνίων τῶν ἐν μάχαις ἀλγηδόνας ἐπιφέρουσιν αἱ νόσοι. τὸ γὰρ αὖ διαπράττεσθαι μέγα τι καὶ τοῖς ἐπιγινομένοις φανησόμενον οὔτ' ἐστ ίν τι πρὸς τὸν οὐκ ἐπαισθησόμενον ο ὐ δ' ὅλως ἐσό μ ενον, ὀλί γοις τε παρακολουθεῖ παντάπασιν, οἱ δὲ πολλοὶ προβάτων τρό

---

Philodemus, P.Herc. 1050. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62444.local001/.
