# P.Herc. 1050 34

Philodemus, P.Herc. 1050, Column 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1050/34

εἶναι τὸ λυπεῖσθαι μέλλοντα καταστρέφειν βιαίως ὑπὸ δικαστηρίου κατακεκριμένον ἢ δυνάστου, καθάπερ ὁ Παλαμήδης καὶ Σωκράτης καὶ Καλλισθένης· ἔστι μὲν γὰρ ἀμέλει τῶν ἄγαν παραλόγων καὶ σπανιωτάτων περὶ σοφοὺς ἄνδρας· οὐχ ὅτι γοῦν ἐνεργοῦσί τε τῶν εἰς τοῦτ' ἀγωγῶν, ἀλλ' οὐδὲ κοινότητας παρέχουσιν. ἀλλ' ἐπειδήπερ οὐκ ἀδύνατον, ἔτι δὲ μᾶλλον ἐπὶ τῶν μὴ τελείων, τοῦτο συνκυρῆσαι, τὸ μὲν ἀδήκτως ἔχειν κατὰ πᾶν οὐ ῥάιδιον, τὸ δ' ἐνοχληθέντα πάνυ μετρίως τοῖς ὅλοις γενναίως ὑποφέρειν ἔξεστιν τοῖς τοιούτοις διαλογισμοῖς. ὅταν μὲν γ άρ τις ἔνοχος ὢν τοῖς ὑπὸ πλήθους ἢ δυνάστου κατακριθεῖσιν αἰσχροῖς τυγχ άνηι τῆς καταστροφῆς, ἄθλιος μέν ἐστιν, ἀλλ' ὃτι ζῶν τοιαύτην εἶ χε διάθεσιν, οὐχ ὃτι τελευτήσας ἔ τι κακὸν ἕξει τ ι διὰ τὴν ἀδοξίαν. ὅτ αν δειν καλῶς κα ὶ παντὸς σπίλου καθ αρῶ ς, ἐκ φθόνου καὶ διαβολῆς καὶ συνω μοσίας ἀνθρώπων πανπ ονήρων εἰς τύχην τοιαύτην ἀχθείς, τοὺς μὲ ν πόνους, ἂν προσῶσιν, οὐδὲν μᾶλλον ἢ διὰ νόσον εἰδήσει χειμάζοντας, οἷς δὲ γ ινώσκει παραμ υ θίοις χρώμενος ὑπεράνω γενήσε τ' αὐτῶν. τὸν δὲ τρόπον τῆς τελευτῆς οὔτε καθ' αὑτὸν ἡγήσεται ψεκτὸν ἢ ταλαίπωρον οὔτε διὰ τὸ τοὺς ἔξωθεν ἀνθρώπο υς ὑπο λαμβάνειν, διὰ τὸ μήτε πάντας οἴεσθαι μήτε πολλούς, εἴ τε καὶ πάντες ἐνόμιζον, ὁ δὲ τὴν σύνγνωσιν εἶχεν καὶ τὴν ζωὴν ἀνέγ κλητον καὶ μακαρίαν ἀνεπιστρ έ πτως ἕξειν σέρφων ἀτηρῶν. καὶ τὸ μόνον αὐτὸ ν ἐνκεκυρηκέναι το ύ τοις οὐκ ἐνοχλεῖ· καὶ

---

Philodemus, P.Herc. 1050. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62444.local001/.
