# P.Herc. 1050 35

Philodemus, P.Herc. 1050, Column 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1050/35

γὰρ μυρίοις οἶδε καὶ τῶν ἐπιφανεστάτων φθόνωι καὶ διαβολῆι περιπεσόντας ἔν τε δήμοις καὶ παρὰ δυνάσταις, ὑπὸ δὲ τυράννων καὶ τοὺς ἀρίστους μάλιστα, καὶ βασιλεῖς ὑπὸ βασιλέων. πείθεται δὲ καὶ τοὺς καταγνόντας ἔν τε τῶι παντὶ βίωι τετιμωρῆσθαι πρὸς τῆς ἐν αὐτοῖς κακίας καὶ δι' αὑτὸν μεταμελείαις πολλαῖς ὀδυνήσεσθαι, τάχα δὲ καὶ κολασθήσεσθαι δυσχερέστερον ὑπ' ἄλλων. ἐγὼ δὲ θαυμάζω τῶν ἀβίωτον ἠγουμένων τὸ καταγνωσθῆναι, καὶ ταῦτ' οὐχ ὑπὸ σπουδαίων ἀλλ' ὑπὸ χειρίστων ἀνθρώπων, μᾶλλον δὲ θηρ ίων, εἰ μακαρίως ἡγοῦνται βεβιωκέναι καὶ βιώσεσθαι τοὺς παμπονήρους μέν, ἀπολυομένους δὲ διαβολῶν ἢ μηδ' ὅλως διαβαλλομένους παρὰ τοῖς τοιούτοις· ἔτι δ' εἰ μὴ νομίζουσιν καὶ τῶν φρονιμωτάτ ω ν τὸν βίον εἶν αι ταλαίπωρον, εἴπερ ἐσ τ ὶ συμφορὰ τ ὸ γίνεσθαι περιπετῆ τοῖς τοιούτοις, προλαμβάνοντας ἴσως ἔσε σθαι καὶ περὶ ἑαυ τ ο ὺ ς, ἐ πειδὴ τύχης ἐσ τὶν ἔργον. οὕ τω δ' ἐστὶ πιστὸν τὸ γενναίως δύνασθαι φ έ ρε ιν τὰ τοιαῦτα τοὺς ἀρετηφόρους τῶν ἀ νδρῶν ὥστε καὶ τῶν ἰδιωτῶν πάρε στιν θεωρεῖν τινας οὐκ εὐλόφως μόνον ὑποφέροντας ἀλλὰ καὶ κατανωτιζομένους τῶν διατιθέντων· ἔα γὰρ εἰ Σωκράτης καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Ἀνάξαρχος, ὥς τινες ἱστοροῦσιν, καί τινες ἄλλοι τῶν φιλοσοφησάντων. τό γε μὴν ἐπὶ τῶι πρὸς μηδενὸς ὅ λως μνημονευθήσε σθαι δηγμὸν ἀναδέχεσθαι φυσικὸν ἔοικεν εἶναι· ζωῆς γὰρ ἐνίοτ' ἀφίλου καὶ μηδὲν ἀγαθὸν ἐσχηκυίας ἐπιγένημ' ἐστίν· ἐ ὰν δέ τις εὖ βιώσας καὶ χρησάμενος εὐνοίας τ ύ χ η ι τινὶ συν κυ

---

Philodemus, P.Herc. 1050. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62444.local001/.
