# P.Herc. 1050 8

Philodemus, P.Herc. 1050, Column 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1050/8

σεταί τε κατὰ τὸν λόγον μετὰ τῶν ἄκρων ἀλγηδόνων ἐπιγίνεσθαι τὰς τελευτάς, ἀξιούντων ἀ δύνατον εἶναι τὴν ἀνυπέρβλητον λύεσθαι συμπαθίαν ἂν μὴ μετ' ὀχλήσεως ἀνυπερβλήτου. φήσομέν τε τὴν συμπαθίαν πρὸς τὸ σῶμα τῆς ψυχῆς εἰ καὶ τὰ πολλὰ μετ' ὀχλήσεως αἰτία ς ἢ πυκνούσης ἀσυμμέτρως τὰ μόρια τῶν ζώιων ἢ διϊστανούσης, ἀλλ' οὐ φαμέ ν γε ἀδύνατον λυθῆναί ποτ' αὐτὴν ὀλίγης τυχοῦσαν ἑτεροιώσεως ἥτις οὐκ ἄρ' ἐστί τινος ἀλγηδόνος αἰτία· λεπτομερὴς γὰρ ουσ α καὶ τελέως εὐκίνητος ἡ ψυχὴ κα ὶ διὰ τοῦτ' ἐκ μικροτάτων συνεστηκυῖα καὶ λειοτάτων καὶ περιφερε στάτων σ μένη καὶ παρὰ τοῦτο πολλὴν ἀπορίαν παρέχουσα, πῶς οὐκ ἐξίπταται λ ων πόρων ἐν τῆι σαρκὶ πημ ; ἢ ἐκ τίνος οὐκ ἂν εἴπαιμεν ο αἰτία ς τὴν διάκρισιν δεδοίκα ν ἀποτετελεσμέν αμ συνων τ ων α τέρψεως αακα τουσαπ συμβα ίνει κατα α ιπερρους δια ρον κἂν εἴ τις, ἐπειδήπερ ἐκτοιούτων συνέστηκεν, ἀξιώιη διαιττόντων κατὰ τὴν σύνκρισιν πάντως μεθ' ἡδονῆς γίνεσθαι τὰς τελευτάς, οὐκ ἂν ἀπιθαν τομεν συμβαίνει τὴν ἀνυπέρβλητον κοινω νίαν καὶ τέρψεως. καὶ γὰρ ντων μεγα

---

Philodemus, P.Herc. 1050. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62444.local001/.
