# P.Herc. 1065 14

Philodemus, P.Herc. 1065, Column 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1065/14

χες ἀφαιρούμενοι πάλι φύονται, μὴ καὶ κεφαλαί. καὶ μὴν ἀσύνακτός ἐστιν καὶ ὁ διὰ τοῦ κοινοῦ καὶ ἰδίου σημείου συνκείμενος. οὐ γὰρ ἀναγκαῖον, ἐπεὶ τὸ κοινὸν σημεῖον καὶ ὄντος τοῦ ἀδήλου καὶ μὴ ὄντος ὑπάρχει, τὸ δ' ἴδιον ὑπάρχοντος μὲν ἔστιν, οὐκ ὄντος δ' οὐχ ὑπάρχει, διὰ τοῦτο πᾶν ἴδιον σημεῖον εἶναι κατ' ἀνασκευήν· ἀλλ' ἐὰν μὲν παρ' αὐτὴν τὴν τἀφανοῦς ἄρσιν αἴρηται τὸ ἐναργές, κατ' ἀνασκευὴν εἶναι τὴν σημείωσιν, ἐὰν δὲ μὴ παρὰ τοῦτο κατ' ἄλλον δὲ τρόπον μὴ δύνηται τὸ μὲν ὑπάρχειν τὸ δὲ μὴ ὑπάρχειν, οἷον ὅταν ἀδιανόητον ἦι τὸ μὲν ἐναργὲς εἶναι ἢ τοιοῦτ' εἶναι τὸ δ' ἄδηλον μὴ ὑπάρχειν, οὐχὶ κατ' ἀνασκευήν ἐστιν τὸ τοιοῦτ' ἀλλὰ καθ' ὁμοιότητα, καθ' ἣν οὐ δύναται τὸ μὲν ἐναργὲς ὑπάρχει ν νοεῖσθ' ἢ τοιοῦτο νοεῖσθαι τὸ δ' ἄδηλον μὴ ὑπάρχειν ἢ μὴ τοιοῦτον, ὥσπερ οὐ δύν αται νοεῖσθ' Ἐπίκουρος μὲν ἄνθρωπ ος Μητρόδωρος δ' οὐκ ἄνθρωπος. ἀσθενὴς δὲ καὶ ὁ διὰ τῶν μοναχῶν συλλογισμός. οὐδεὶς γὰρ ἡμῶν τὰ τοιαῦτ' ἀναιρεῖ τῶν ἰδιωμάτων, οὐδ' ὁ κατὰ τὴν ὁμοιότητα γίνεται τρόπος οὐκ ἀναγκαστικὸς ἕνεκα τοῦ λίθων ἓν γένος ἐπισπᾶσθαι τὸν σίδηρον· καὶ γὰρ ἥλιος εἷς ἐστιν ἐν τῶι κόσμωι καὶ σηλήνη, καὶ πλῆθος λίθων ὑπάρχον ἰδιότητ' ἔχει καθ' ἕκαστον γένος οἵαν τῶν ἄλλων οὐδὲ ἕν. εἰ μὲν οὖν ὁμοί

---

Philodemus, P.Herc. 1065. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62445.local001/.
