# P.Herc. 1065 26

Philodemus, P.Herc. 1065, Column 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1065/26

ἐχόντων δυνάμεις. θαυμαστὸν δ' οὐδὲν εἰ τῶν τροφῶν πολλῆς καὶ ποικίλης οὔσης διαφορᾶς καὶ τῶν τρεφομένων τὸ τοιοῦτ' ἰδίωμα δύνατ' εἶναι περὶ ἄνθρωπον· οὐχ ἕνεκεν τούτου προσδεξόμεθ' ὅτι κάρφην ἄνθρωποι σιτούμενοι τρέφονταί τε καὶ ῥαιδίως πέττουσιν. ἔνια δὲ καὶ πλάττεται πρὸς τὴν δόξαν φορῶς καὶ παραλαμβάνεται τῶν ψευδῶς ἱστορουμένων, χωρὶς τοῦ μηδὲν περαίνεσθαι τῆς προσθέσεως. ὁ γὰρ ἐπὶ τῶν φαινομένων τινὰ κοινὰ ψευδολογῶν τὸν ὅλον οὐ διαπο λεῖ τρόπον τῆς σημειώσεως. πρὸς δὲ το ως τίνι προ σέχων ὁ σημειούμενος τὴν ἀπὸ τῶν φαινομένων ποιεῖται μετάβασιν; ἐν τούτοις καὶ τὰς πρὸς ἄλληλα κ οινότητας καὶ ἰδιότητας ἀναλογισάμενος καὶ οὕ τως π ως στατισάμενος ὅτι τοῦτ' ἐξ ἀνάγκης τοῖσδέ τισιν παρέπεται, χρῆται τῆι μεταβάσει· ὁ πεποιθὼς δ ὲ οἷς φαίνεται οις ἀποδέξεται σὺν τῶι ἐκφαίνεσθαι πο ρες καὶ σελή νην εἶναι καὶ ἄνθρωπον σὺν τῶι ἀποθνήσκειν, ὥστε μὴ πάντως ἐπ' ἀριθμῶν πολλῶν συμβεβηκότων ἀναιρεῖσθαί τι, δι' ἣν αἰτίαν ἐφ' ὧν μὲν ἑνὶ προσπεσὼμεν ἐρεῖ τόδε τι τοιόνδ' εἶναι, πολλάκις δὲ δυσίν, ἔστιν δ' ὅτε πλείοσιν, τὸ πολύτροπον τῶν σημείων ἀναλογιζόμενος. ὅθεν οὐδεὶς ἐ

---

Philodemus, P.Herc. 1065. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62445.local001/.
