# P.Herc. 1424 26

Philodemus, P.Herc. 1424, Column 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1424/26

φοραῖς. Χρὴ δὲ, καθάπερ πλειόνων προσπεσόντων χαρίζεσθαι ταῖς ἀβλαβέσι τῶν ὀρέξεων αὑτοῖς καὶ φίλοις, οὕτω συμβάσης ἁδρᾶς κοιλότητος ἀναμάχεσθαι ταῖς μὴ ἀνελευθέροις συστολαῖς, καὶ μᾶλλόν γε ταῖς εἰς αὑτοὺς ἢ ταῖς εἰς φίλους, καὶ πρὸς ἐπισκέψεις καὶ παρεδρείας ἐνίοις καὶ συλλογισμῶν συνθέσεις κατατίθεσθαί τινας χρόνους μήτε αἰσχύνεσθαι μήτε φιλοσοφίας δοκεῖν ἀφαιρεῖν· τὸ γὰρ πλεονάζον αἰσχρόν ἐστιν, ἀλλ' ἐφ' ὅσον χρήσιμον, εὔσχημον, αἰσχρὸν δὲ πάλιν τὸ μηδὲ ἕν· καὶ περὶ τὰς ἐγλογὰς τ ῶ ν ἐπιτηδείων ἐπιτρόπων τε καὶ ὑποτεταγμένων καὶ κτημάτων καὶ συναλλαγμάτων καὶ παντὸς τοῦ πρὸς οἰκονομίαν μὴ μονογνωμονεῖν, ἀλλὰ συνπαραλαμβάνειν καὶ φίλους τοὺς μάλιστ' εὐθέτους καὶ τοὺς καθ' ἕκαστον ἐμπείρους. Καὶ πε ρ ὶ οἰκετῶν κτῆσίν τε καὶ χρῆσιν ἐπιτήδειον εἰς προσόδους καὶ τηρήσεις ἐκ τῆς πε ρὶ οἰκετῶν διαλέξεως ἐξέσται μεταφέρειν, τὸ δ' ἐνταῦθα προσκαρτερεῖν οὐκ ἀναγκαῖον. Δοκοῦσιν δὲ αἱ π οικίλαι κτήσεις τῶν μονοειδ ῶν ἧττον οὐδ' ὁμαλῶς διαψεύδειν, ἐκείνων ἔστιν ὅτε ποιουσῶν ἐσχάτως ἀπορεῖν· καὶ το ῦ γ’ ἀπὸ κτήσεως ὁ λεγόμενο ς ἐπιρρεῖν πλοῦτος οὐκ εἶναι χείρων ἀλλ' ἀσφαλέστερος ἐνίοτε καὶ μετ' εὐελπιστίας. Ὅτι δ' οὐ δεῖ πειθομένους ἐνίων ἐπαγγελίαις ἀμελεῖν ὧν αὐτός τις δύναται πορίζειν ἢ φυλάττειν μηδ' ἀναπλάτ

---

Philodemus, P.Herc. 1424. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62471.local001/.
