# P.Herc. 1424 8

Philodemus, P.Herc. 1424, Column 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1424/8

τὸ διαφέρειν τῆς πολιτικῆς, κἂν εἰ ψεῦδός ἐστιν τὸ τὴν πολιτικὴν πάντως μὴ μοναρχίαν εἶναι καὶ τὸ τὴν οἰκονομικὴν πάντως μοναρχίαν καὶ μήποτε ἀναλογοῦντ' εἶναι περὶ ἑκατέραν· οὐδὲ τὸ τῶν τεχνῶν τινὰς μὲν οἷς χρῶνται ποιεῖν, τινὰς δὲ καὶ μή· βλεπόμενον δ' ἄλλως πᾶσιν, ὅτι τῶν εἰρημένων ἐστὶ συστήσασθαί τε καὶ χρῆσθαι· καὶ τὸ τί πόλις ἐστὶν ἀποδιδόναι κ αὶ ταῦτ' ἐναργέστατον ὑπάρχον· καὶ τὸ πρότερον οἰκίαν πόλεως συστῆναι, διὸ καὶ τὴν οἰκονομικὴν τῆς πολιτικῆς. Τῶν δ' ὑπὲρ τῆς οἰκονομικῆς ἴδιον τὸ μέρη λέγειν τῆς οἰκίας ἄνθρωπον καὶ κτῆσιν, ἴδιον δ ὲ καὶ τὸ τὴν ἑκάστου φύσιν ἐν τοῖς ἐλαχί σ τοις θεωρεῖσθαι, διὸ καὶ τῆς οἰκίας. Καὶ ἄξιον ἐπιζητεῖν πῶς ἐ πέζευκται τούτοις· ὥστε καθ' Ἡσίοδον δέοι ἂν ὑπάρχειν οἶκον μὲν πρώ τ ιστα γυναῖκά τε τὸ μὲν γ ὰ ρ τῆς τρο φῆς πρῶτον, τὸ δὲ τῶν ἐλευθέρων, εἰ μὴ κτῆσις, ὥσ περ ἡ τροφή, γαμετὴ καὶ ταῦτα συ νοικονομοῦσα· καὶ πῶς οἶκος τῆς τροφῆς πρῶτον, καὶ διὰ τί γυνὴ τῶν ἐλευθέρων πρῶ τον, καὶ πῶς δέχεται γ αμετὴν ὑφ' Ἠσιόδου λέγεσ θαι τὴν γυναῖκα, πολλῶν καὶ φασκόντων αὐτὸν γεγραφένα ι κτητήν, οὐ γαμετήν, καὶ τί τὸ κατὰ φύσιν εἶναι τὴν γεωργικήν, διὸ πρώτην ἐπιμέλειαν αὐτῆς, καὶ πῶς τὴν μεταλλευτικὴν καὶ πᾶσαν τὴν ὁμοίαν σπουδαίων οἰκείαν ὑπολαμβ άν ε ι, καὶ διὰ τί τῶν περὶ ἀνθρωπο υς

---

Philodemus, P.Herc. 1424. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62471.local001/.
