# P.Herc. 1506 51

Philodemus, P.Herc. 1506, Column 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1506/51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philodemus/p-herc-1506/51
CTS URN: urn:cts:greekLit:tlg1595.dclp62478:51

ὅταν δὲ δικ ά ζ ω σι ν τὸν ὅρ κον φοβ ο ύ μενοι προσέχουσι τὸ ν νοῦ ν τοῖ ς λε γομένοις, ἐ ν δὲ ταῖς πανηγύρεσι καὶ δε ί ξεσι τῶν σοφιστῶν οὐθὲν οὔθ' ὑπὲρ ὅρ κ ου φρ ον τίζοντες - οὐ γὰ ρ ὀμω μ όκασιν ὀρ θ ῶς κ ρ ί νειν - οὔθ' ὑπὲρ τῶν λ εγο μένων, ε ἰ συμφέρει τ ῆι πόλει ἢ μὴ - οὐ γάρ ἐστιν ὑπὲρ πολέμου καὶ ε ἰ ρ ήνης ὁ λόγος, ὑπὲρ ὧν ἀ ν αγκαῖόν ἐστιν ἄττα δή ποτε ψηφίσασθαι, ἐὰν δὲ καὶ ὑπὲρ πολέμου καὶ ε ἰρήν η ς ἦι γ' ἢ καὶ ἄλλου τιν ός, ὧ ν ἐ ν ταῖς ἐκκλη σίαι ς βουλεύοντ α ι, οὐ περὶ κατεπ ε ίγοντός τινός γε οὐδενός ἐστι ν ἐν τῶι παρόντι ὁ λόγος -, ὥστε σφόδρα ἔξωι ὄντες τοῦ ἀγωνιᾶν ἀκούουσιν ἐν ταῖ ς πα νη γύρεσιν - ὅταν δ' οὕ τ ως ἀκούω σι, τοῖς μὲν λεγομ ένοι ς οὐ π ρ ο σέχο υ σ ι ν, π ότερα συμφ έ ρο ντα ἢ οὐ συμ φ έροντα κ α ὶ τὸ σύν ο λον ἀλ ηθῆ ἢ οὐκ ἀ λη θῆ, ὑπ' αὐ τ οῦ δὲ τοῦ ἤχου κ αὶ τῶν περιόδων καὶ τῶν παρίσ ω ν καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι ἤδη προσεδόκησαν, εἰ οὕτω ι λαλώ ιησαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρί ο ις

---

Philodemus, P.Herc. 1506. Text: papyri.info (DCLP), via The Greek Library, © Digital Corpus of Literary Papyri and LDAB (Trismegistos), CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62478.local001/.
