# P.Herc. 1506 52

Philodemus, P.Herc. 1506, Column 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1506/52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/philodemus/p-herc-1506/52
CTS URN: urn:cts:greekLit:tlg1595.dclp62478:52

εὖ ἀ παλλάττειν, οὐ συνορῶ ντες, ὅτι οὐδ' ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκλησίαι κ αὶ δικα στηρί ωι οὕ τωι λαλο ῦντος ἤκο υο ν, ὅθ εν ἦλθον ἐ πὶ τὸ ἀναλίσκειν μ ισ θοὺς τοῖς σοφισ ταῖς. εἶτ' εὐθ ὺ ς γιγνώ σκουσ ιν, ὅτι ἀπολωλέκ ασι τὸ ἀ ργύ ρ ιον. οὐθ ὲν γάρ, οἶμαι, αὐτοῖς συ ντ ελεῖται πρὸς τὸ πρᾶγμα ἀλ λ' ἢ διαβολ ὴ κ αὶ ἀγωνία· διαβολὴ μ ὲν ὡς γ εγ υμ νασμένοις ῥητορε ύειν, ὥστε κ ατὰ τρόπον μὲν ἀπ αλλάττ ον τ ας κατὰ τὴν ἐν τῶι λέ γειν ἰδέαν δοκεῖν παρακρούεσθαι τοὺς δικαστάς, μὴ κατὰ τρόπον δὲ ἀποχωροῦντα ς διὰ κενῆς ἀργύρ ιον ὑ πολαμβάνεσθαι σοφ ιστεῖ ἀνηλωκέ ναι, ἀγωνία ι δὲ περὶ αὐτῶν το ύτω ν ἐνθ υμουμέν οι ς καὶ μᾶλλον ἔτι περὶ τοῦ πῶς ἐν τῶι λόγωι δόξει ἀπαλλάττειν ἤπ ερ περ ὶ τοῦ μὴ δόξηι παρακρούεσθαι τοὺς δικαστάς. ταῦτά τε δὴ αὐτοῖς περίεστιν ἐκ τοῦ πράγματος καὶ ἅμα συ ν δ έσ μο ις ἐπειδὰν προσέχωσι καὶ πτ ώσ εσιν ἐ ν τοῖς λεγο μένοις μήτε τοῖς ὑφ' αὑτῶ ν ἀν αγγελλομένοις παρακολουθεῖν μήτε τοῖς ὑφ' ἑτ έ ρω ν. οὐ μὴν ἀλλ ὰ κατ ὰ τὸ συνέχον μὲν διὰ ταύτην προσέρ χονται τ ὴν αἰτίαν τοῖς ῥ ητορικοῖς ἔν ι οι καὶ δι' ἄλλ ας δέ τινάς π ως, τὰ ς μὲν ἁμαρτ άνοντες, τὰς δ' οὐκ ἄγαν, ὧντι νων ἐπ ε μ νήσθημεν καὶ ἐν τοῖς πρότερον ἀναγραφεῖσιν. οὐ τοίνυν

---

Philodemus, P.Herc. 1506. Text: papyri.info (DCLP), via The Greek Library, © Digital Corpus of Literary Papyri and LDAB (Trismegistos), CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62478.local001/.
