# P.Herc. 1506 8-2

Philodemus, P.Herc. 1506, Column 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-1506/8-2

εσε ὅτι τὸν πο λιτικὸν ἄρχειν ἀεὶ λέγει τὰς κατὰ πόλιν ἀ ρχὰς νηγα στεν ιν αὐτῶν ως οὐ μόνον τὴν κατὰ φιλοσο φί αν φρόνησιν ἐξορθώσειεν, οὐδὲ μόνον ἀγαθός ἐσ τιν διαλεκτικὸς καὶ γραμματικὸς καὶ ποητὴς καὶ ῥήτωρ καὶ τέ λος μεθοδικὸς ὁ καλὸς ἐπὶ πάσαις γέγονεν ταῖς τέχν αις ἀλλ ὰ καὶ πρὸς τῶι συμφέ ροντι τῶν πόλεων, οὐδὲ τοῖς οἰκοῦσι τὰς Ἀθήνας μό νον ἢ Λακεδαίμονα συμφέρει· ἐν φι λ οσόφων γὰρ πολίσματί ἐστιν οὐδὲ νόμος ἀλλὰ τό τε ἐκ θεῶν καὶ σοφῶν συστημάτων καὶ τἀληθές· εἶναι δὲ μέλλει καὶ στρατηγὸς κ αὶ κα τὰ γῆν καὶ κατὰ θάλατταν καὶ ταμίας καὶ πράκτωρ καὶ τὰς ἄλλας κατὰ τρόπον οἰκονομεῖν ἀρχάς, ἐπειδὴ τὸν πολιτικὸν ἐξ ἀνάγκης δεῖ καὶ τὴν ἁπάντων τούτων ἔχειν ἐπιστήμην. Οὐ μὴν ἀλλ' εἰ δεῖ καὶ περὶ ταῦτα τἀρέσκον δείκνυσθαι,

---

Philodemus, P.Herc. 1506. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62478.local001/.
