Ancient Greek · ~7 min
698.26a to 698.28b
Philodemus, P.Herc. 19, 698 698.26a-28b
Not analysed yet
τῆς ὁράσεως καὶ τῆς ἀκοῆς χωρὶς τῶν ἀνωτάτω καὶ κοινοτάτων ἃ προδιήλθομεν, κρίμα κοινὸν οὐκ οἰόμεθα κατὰ τὸν πρόχειρον τρόπον εἶναι, κατὰ δὲ τὸν οὐ πρόχειρον μέν, κοινότητα δὲ προσφερόμενον ὥστ' ἀναλογίαν εὐόδως ἂν ἔχειν ῥηθῆναι, φήσαιμεν ἂν κοινὸν αὑτῶν εἶναι κρίμα τὸ σχῆμα· πρὸς γὰρ τὸ τῆς χροᾶς ἢ τ ὸ ἐνγραμμάτου φωνῆς σχῆμα ἔχειν τινὰ κοινότητα τη φάμεν γὰρ ἐν ὧι λόγωι πρὸς τὴν τοῦ χρώματος ποι ότητα ἔνεστιν ὁ τοῦ χρώματος σχηματισμός, ἐν τούτωι τὴν ἄρθρωσιν εἶναι πρὸς τὴν τῆς φωνῆς ποιότητα· καὶ κατὰ τοῦτο σχήματος οὐκ ἀλλοτρίαν εἴπομεν ἂν ἑκατέραν εῖναι τῶν αἰσθήσεων τοῖς κατὰ τοῦτο φάσκουσι τὴν φωνὴν σχῆμα ἔχειν· εἰ μὲν ἡγεῖτο μηδ' ἔχειν τινὰ ἀναλογίαν τὴν ἄρθρωσιν πρὸς τὸν τοῦ χρώματος σχηματισμόν, ἐβιάζετο προφανῶς τὴν ἐνάργειαν, εἰ δὲ τοῦτο τιθεὶς κατώικει παραλλαγὴν εἶναι τὸ τοῦ σχήματος ἀφηκ ὼς ὄνομα, ἐφωνομάχει πρὸς τοὺς κατὰ τὸν ἑπόμενον οὐκ ἐπὶ τῆς ἀπαραλλαξίας της νοτηαιπρ τὰ μὲν σχήματα λελεγμένα πασῶν εἶναι κοινά, τῶν δὲ ποιοτήτων ἁπάσαις, ἂν λέγοιτο κοινὴν τὴν κρίσιν ἔχειν καθ' ὅσον τὰ μὲν ὅμοια τὰ δ' ἴ δια ἐκείνη καταλαμβάνει, τὰ δ' ἴδια ν τη ἐξακριβοῦμεν, ὥστε τῶν αἰσθήσεων προσ υπομνήσω ομεν ὃ προσφἐρεται ἴδιον ἑκάστη χωρὶς τῆς τῶν κρινομένων ἐπαισθήσεως, ἡ μὲν τοίνυν ὅρασις ἰδιώτατον ἔχει παρὰ τὰς ἄλλας χωρὶς τῆς τῶν χρωμάτων καὶ τῶν περὶ ταῦτα κρίσεως, τὸ ἐν ἀποστάσει καταλαμβάνειν τὰς μορφάς, ἐπαισθανομένην καὶ τοῦ μεταξὺ ἑαυτῆς τε κἀκείνων διαστήματος ἡ δ' ἄκουσις χωρὶς τῆς τῶν φωνῶν καὶ τῶν σωνεσ εὐχερῶς ἐπὶ τὸ φωνο ῦ ν καθὸ ἀκουστόν ἐστιν καὶ τὴν φωνὴν ἀπεσταλκός, ἡ δ' ὄσφρησις, χωρὶς τῆς τῶν ὀσμῶν καὶ τῶν ἐν ἑαυτῆι καὶ παρακειμένων κ αὶ ὥ σπερ καὶ ἐπὶ λόγον ἀκουστικόν τὸ ποεῖσθαι τὴν ἐπαίσθησιν