# P.Herc. 19, 698 698.9-13b

Philodemus, P.Herc. 19, 698, 698.9 to 698.13b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/philodemus/p-herc-19-698/698.9

ἀντιλαμβάνεσθαι τῶν ποιοτήτων ὅτι δ' αὐτῶν ἀντιλαμβάνονται μὴ καταλαμβάνειν, ἡμεῖς δὲ τῶι μὴ ἐφ' ἁπλοῦν καταφέρειν τὰς διαλέκτους διαστέλλεσθαι δοκιμάζομεν, καὶ παραινέσαντες προκατέχειν ὅτι τὸ ζητούμενόν ἐστιν εἰ τὰ αἰσθητήρια καὶ τούτων ἀντιλαμβάνονται, καὶ διότι ταῦτα τῶν ὑφεστηκότων ἀντιλ αμβάνεται ποιοτήτων σεω ἀπόφασις γάρ ἐστινσαν καταλαμβάνουσιν αἱ αἰσθήσεις ποιότητας, τὰς μέντοι ποιότητας ὑπ' αὐτῶν καταλαμβάνεσθαι λέγομεν· διὸ κατάληψιν εἰς ἕτερα λέγει γίνεσθαι περὶ αἰσθήσεις χωρὶς τῆς τῶν ποιοτήτων καταλήψεως, ἧι καταλαμβάνεσθαι πρὸς αὐτῆι τὴν τῶν ποιοτήτων ναμ ους καὶ κατάληψιν καταλήψεως ἀλλ' ἔνεστι καὶ κατ' αὐτὸν τῶι καταλαμβάνειν· παρὸν γὰρ τὸ πάθος ἐν ἐπαισθήσει γίνετ' αὐτῆι ἐπειδὴ αὐτῆς ἐστιν πάθος καὶ ἐν αὐτῆι καταλαμβά νετ', ἀλλ' οὐχ ὡς, ὅταν πάρῆι τὸ χρῶμα, τῆς ἐπαισθήσεως γίνεται προσδεὴς ἵνα καταληφθῆι· λέγων δέ τις ἡμᾶς φάσκοντας τὰ πάθη καὶ ἑαυτῶν εἶναι καταλήψεις ειπιν ναμε σχησ περὶ τῶν με εξαι οι τις εξονι διά τοῦνου δὴ τω αἰσθήσεις μ ἑαυτά· διόπερ οὐδ' ὅταν φῶμεν τοῖς πάθεσι καταλαμβάνεσθαι τὰς ποιότητας, αὐτοῖς ἀποδίδομεν τοῖς πάθεσιν ἰδίας καταλήψεις, ἀλλὰ τοῖς αἰσθητηρίοις διὰ τῶν παθῶν, οὐδ' ὅταν ἑαυτῶν ἐπαισθήσεις εἶναι τὰ πάθη καὶ κατατηρήσεις ἑαυτῶν, ἐπαισθήσεις αὐτοῖς ἀπολείπομεν, κἂν τὰς ἐπαισθήσεις ἐπαισθάνεσθαι λέγωμεν η εινει παρουσία καὶ τῶι τὴν ἐπαίσθησιν αὐτὰ παρέχειν τοῖς αἰσθητηρίοις τῶν ποιοτήτων καὶ αὐτὰ εἶναι τοῖς αἰσθητηρί ἐπαισθήσεις, ὥστε τὸ κεφαλαιωδέστατον οὐ λέγομεν εἶναι τοιοῦτoν, ὅτι τὸ αἰσθητήριον τὰ πάθη κρίνει καὶ διὰ τοῦτου τὰ πάθη τὴν ποιότητα καταλαμβάνει, τὰ δὲ παρὰ τοῦτο πάντ' ἀθετέον. διὸ καὶ τὸ δὲ τνυφ νειτ ονολονταων αυ ειπαπ μεν τὴν ζαμα ὑπὸ τῆς ἡδονῆς ἡδονὴν λαμβάνεσθαι νομίζει, διόπερ οὐδὲν διαφέρον τη οὐ τὴν ἡδονὴν τοῦ θαιτο

---

Philodemus, P.Herc. 19, 698. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 3.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1595.dclp62381.local001/.
