Ancient Greek · ~3 min
Column 1
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 1-4
Not analysed yet
τινὰς μὲν εὑρίσκομεν οὐκ ἀποδοκιμάζοντας ἐν τ ῆι προφορᾶι καὶ κακόρυθμα καὶ ἄμετρα, τινὰς δὲ ταῦθ' ὑπά γ οντας ἐκλο γ ῆι τῶν ὀνομάτων, ἣν κατασκευῆς εἶδος ἐκτίθενται. Πλὴν ὁπως δήπ οτ ε λέγουσιν ἅπαντα ταῦτα, μ ὴ διαφερώμεθα. Λέγωμεν δέ, ὅτι τῶν μὲν ῥητορικῶν σο φισ τῶν οἱ μέγιστοι τοῖς ὁμοιοτελεύτοις καὶ ὁμοιοπτώτ οις καὶ ὁμοιοκατάρκτοις ἀ πρεπέστατα φαίνονται πεπλανη μένοι καὶ ο ὐδαμῶς οὐδὲ ὀνομάτων ἐν τ ῆι προφορᾶι πολλὴν ἐμμέλειαν πε ποηκότες. Οἱ δὲ γεγονότες τότε καὶ μάλιστα τῶν ἀγαθῶν συνγραφέων οἱ πολλοὶ δοκοῦσιν ἑκάτερον καθόλου διαπεφευγέναι καὶ τὸ κατὰ φύσιν ὂν εὔσχημον καὶ αὐτὸ μόνον τὸ καλὸν ἐπιτηδ εύσαντες αι πε