Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 224, 241, 244, 249, 259, 418, 1077A, 1104 (olim 1114), 1118, 1491c, 1677b, 1007/1673 3-2
Not analysed yet
τῶν δυσκολίαν μὲν ἐν τῆι προφορᾶι κατασκευαζόντων, ὄχλησιν δ' ἀκοῆς οὐ κ εἰσφερόντων; εἰ δ' οὖν ἔχει τι περιττὸν ἡ τῶν εἰρημένων ὑπ' αὐτῶν φυλακὴ καὶ ὑπὸ ἄλλων, οὐ μόνον τῶν ῥητόρων, καὶ παρῆν πάθη καὶ ἤθη καὶ ὅσα καὶ ἐγκατασκεύου λόγου τάττουσιν εἴδη, ὃν φιλοκατάσκευον ἐπονομάζουσιν, θαυμάζω, εἰ μήτ' ἐσχημά τισται ἱκανῶς φ ράσις ἐκ τῆς πανδήμου, μήτε πάνδημος δυνήσεταί τις εἰς τὸ φιλοκατάσκευον μεταστῆναι. Διαιροῦντα ι δὲ αὐτὴν εἰς εἴδη τρία τ ρόπον σχῆμα πλάσμα· τρόπον μὲν οἷον μεταφορὰν ἀλληγορίαν πᾶν τὸτοιοῦτο, σχῆμα δὲ τὸ περιόδοις καὶ κώλοις καὶ κόμμασιν καὶ ταῖς τούτων