Ancient Greek · ~5 min
Column 47
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 47
Not analysed yet
γωγίαν ἰδίαι περιειλῆφ θ α ι παρά γ ε τοῖς μελοποιοῖς ὅσοι χρησίμως πεφιλοιμουσήκασιν· μὴ γὰρ κακῶς ἐπισημαίνεσθαι Χαμαιλέοντα τὸ τοιοῦτόν τι τοὺς κωμικοὺς αἰνίττεσθαι περὶ τῶν ποητῶν προσηγορίαις μὲν χρωμένους ταῖς τῶν βρωτῶν καὶ ποτῶ ν, παριστάντας δὲ τὴν ἰδιότητα τ ούτων . Ἔχειν δέ τι καὶ πρὸς φι λίαν οἰκεῖον· ἐπειδὴ γὰρ πρὸς ἔρω τ' ἐδείχθη, καὶ πρὸς τὸ τέλος αὐτοῦ λόγον αἱρεῖν*· ἔτι δ' ,ἐπεὶ πρὸς τὰ συμπόσια, καὶ πρὸ ς τὸ τέλος αὐτῶν φαίνεσθα ι π ά λι, φιλοφροσύνην· εἰ δὲ πρὸς ταύτην, οὐδὲ πρὸς φιλίαν ἄλλως ἔχειν, ὅτι τὴν ψυχὴ ν ἀνίησιν καὶ ἀφιλαροῖ καὶ ἡμᾶς διαλ υτικοὺς ποιεῖ ἀλλω Λακεδαιμονίους ς πρὸς α καὶ λοιμοισπ τουσης μον περ καταστῆναι κ ὅταν ου ἐν Δελφοῖς ἀνάθημα ἀναθέντα καὶ *τέρ πανδρ ον κατὰ μα ντεῖον ἀπάγειν, ὃς ἐν τοῖς φιλιτείοις ἄι δων τῆς τα ραχῆς ἔπαυσε τοὺς συσ σείτους . Καὶ περὶ Στησιχόρου δ' ἱστορεῖται διότι τῶν Λοκρῶν ἀντι παρατεταγμένων προκαταστὰς ἐ ν μέσοις ἦι σέ τι παρακλητικὸν καὶ διαλλάξας καὶ διὰ τοῦ μέλους εἰς ἠρεμίαν αὐτοὺς μετέστησε· τοιούτου δέ τινος ἕνεκα καὶ Πινδάρωι γέγραφθ αι τὸ κοινόν τις ἀστῶν ἐν εὐδίαι τιθείς· διὸ καὶ τὸ Σοφοκλέους ἐν τοῖς Ἐπιγόνοις μέλος