Ancient Greek · ~5 min
Column 49
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 49
Not analysed yet
ποις κατανοήσαντά τινα τῶν εἰρημένων, ἐν οἷς περὶ πρέι ποντος μέλους καὶ ἀπρεποῦς καὶ περὶ ἠθῶν ἀρσ ένων καὶ μαλακῶν καὶ περὶ πρά ξε ων ἁρμοττουσῶν καὶ ἀ ναρμόστων τοῖς ὑποκειμένοις προσώποις· ἅπερ ὁμολογουμένως οὐ μακρὰν ἀπηρτη μ ένα τ ο ῦ φιλοσοφεῖν· καὶ παραλαβὼν π ο λὺ πρὸ τούτων Ἡρακλείδου πλείω, φησὶν ἐ ξ αὐτῶν εἶναι φανερὸν τὸ πορὸς π ο λ λὰ μέρη τοῦ βίου χ ρησι μ εύειν τὴν μουσικήν, καὶ δύνασθαι τὴν περὶ αὐτὴν φ ιλοτεχνίαν οἰκείως ἡμᾶς δι ατιθέναι πρὸς πλείους ἀρετὰς δοκεῖν αὐτῶι, καὶ πρ ὸς πάσας . Ἐξ ὧν δὲ παρατίθεται Δικαιάρχου λάβοι τις ἄν ὅσ' ἂν καὶ πρὸς τὴν ἐνεστηκυ ῖαν ὑπόθεσιν ἦι· τὸ τοὺς παλαιοὺς καὶ σοφὸν τὸν ὠιδὸ ν νομίζειν, ὡς εἶναι δῆλον ἐπὶ τοῦ παρὰ τῆι Κλυταιμήστραι καταλειφθέντος· καὶ γνῶναί φασιν ὅδ ς ἂν τούτων ἀκούσηι, δι' οὗ τεφωνεῖται καὶ πλείονα τα· καὶ τὸ πρὸς ταῖς ἄλλαις δυνάμεσιν τὸ μέλος καὶ στάσεων καὶ ταραχῶν εἶναι καταπαυστικόν, ὡς ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν ζώιων φαίνε σθαι καταπραϋνομένων*· διὸ καὶ τὸν Ἀρχίλοχον λέγειν· κηλέεται δ' ὅτις βροτῶν ἀοιδαῖς· παρ ὰ δὲ Κα ρσίν, ἐπειδὰν ἐν ταῖς εκα ς θόρυβος γένηται, τῶν γλυκυτάτων τινὰς ὠιδῶν κατάρχειν, εἶτ' εἰς τους νεσθαι καὶ πέρας παρανοίας· οὕτω δὲ καταπ αύ ει τὸ προκείμενον. Εἶτα