Ancient Greek · ~1 min
Column 63
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 63
Not analysed yet
ναν, ἀλλ' Ὀρφέα καὶ Ῥῆσον καὶ Σειρῆνας καί τινας ἄλλους ἐραδεδώκασιν*· ἂν δὲ καὶ δοθῆι κατὰ τὸν λόγον, ὥρα, ν ὴ Δία, τὴν ἱστουργικὴν καὶ τὴν κυνηγετικὴν σωφροσύνης ἀπεργαστικὴν λέγειν, ὅτι τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν ἀειπαρθένους μεμυθεύκασι ν· εἰ δὲ δεῖ παίζειν πρὸς βαρὺν λῆρον, οὐ μόνον μουσικάς, ἀλλὰ καὶ σοφὰς γεγονέναι τὰς Μούσας ἐρεῖ τις ὡς