Ancient Greek · ~4 min
Column 78
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 78
Not analysed yet
μναστικη οὐδ' ἕως αἰθύγματος ὁμοίως συνεργεῖν τι πρὸς το ῦτο. Τὸ δεῖν δὲ τὰ μέρη τῆς ψυχῆς σύμμετρα τοῖς πάθ εσιν εἶναι καὶ τῶι σώματι κωφῶς εἴρηται καὶ ἀδιαλήπτως, διειλημμένως δ' οὐδαμῶς τὸ καὶ ἔτι μᾶλλον ἀλλήλοισ*· οὔτε γὰρ ἔστιν κρως νοῆσαι συμμετρίαν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλ' ,οὔτε μάχεται λκα κατακρατεῖ ἢ ἐπιθυμίας ς δόξηι κα φαιν τῶν λόγων τας καὶ ἀλ δες μὴ τα κον οἵα τε κινεῖν τρόπον ἡ μουσικὴ μᾶλλον ὁτουδήπο τε τ ῶν τὰς αἰσθήσεις γαργαλιζόντων ἡδέως, καὶ τοὺς ἡμεροῦσθαι λέγοντας ἡμᾶς ὑπ ὸ τῆς μουσικῆς τῶν ψυχῶν ἂν μαλαττομένων καὶ τῆς ἀγριότητος ἀφαιρουμένης, ὑπερευήθεις ἄν τις ἡγήσαιτο· μόνος γὰρ ὁ διδάσκων λόγος τὸ μηδὲν ὧν ἀφ ροσύνη δεινῶν ἀναπλάττει τὴν φύσιν ἐνηνοχέναι, τῶν δ' ἐνηνεγμένων με η δὲν εἶναι παρὰ μέγα, τέλειος μὲν ὢν τελείως ταῦτα ποιεῖ, π ρ οκόπτων δὲ κουφίζει κατὰ λόγον· ἡ