Ancient Greek · ~3 min
Column 89
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 89
Not analysed yet
κὸν εἶπεν αὐτὸς ἐν τῆι συναντήσει τοῦ λελεγμένου· πάλι δὲ τ ὰς ἀκοπιάτους ἀνακυκλεῖ φά σεις, ὅτι μᾶλλον τὸ σπουδάζειν ἐστίν, οὐ μόνον τὸ παίζειν, καθ' ἣν αὐτὸς ἀποφαίνεται μουσικήν. Ἵνα δὲ μὴ δοκῶμεν ὑπερορᾶν, ἀπη χῶμεν ἃ λέγει περὶ τῆς σπουδῆς περὶ ἣν οἴεται καταγίνεσθαι· τοίνυν πᾶσαν ψυχῆς η ἡδιστο κτ ομ α το ουθαι προ α ιρε ς διαφέρει τῶι συγχωρήσειν, κἂν βούληται ταύτην ὁρμὰς ἐμποιεῖν, καὶ πρ οαιρέσεις εἶναι πάθη τινα μετὰ δυνάμεως, ὅτι ποτὲ τα ὐ τό ἐστι. Τὸ δ' ἀρχὴν εἶναι τοῦ λαβεῖν τὰς προαιρέ σεις ταύτας καὶ τὰς δυνάμεις τὰ πάθη, πρὸς ἀνδρείαν μὲν θάρσος, πρὸς σωφροσύνην δὲ αἰσχύνην καὶ κόσμον, ἄλλα δὲ πρὸς ἄ λλα, γελοῖόν ἐστι συγχωρεῖν· οὐχ ὅτι γὰρ τοῦ λαβεῖν τὰς εἰρημένας δυνάμεις ὡ ς ὄντα τοιαῦτα πάθη δώσει τις ἀρχάς, ἀλλ' ἀρετὰς ἢ τῶν ἀρετῶν ἀποτελέσματα·