Ancient Greek · ~2 min
Column 1
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 1-4
Not analysed yet
ῶν Μέδουσα μὲν ἔτεκε υεντανα Χρυσοῦν Ἄορ ἐν ταῖς χερσὶν ἔχοντ’ -ὁ δὲ Γηρυόνην τρικέφαλον καὶ ὄφιν -καὶ τὸν Πήγασον· γέγραφεν γὰρ ταύτην Ποσειδῶνι συνεῖναι, Δερῆς δὲ τεμνομένης ἐκπηδῆσαι τούτους. Ἡσίοδος δὲ καὶ Ἀκουσίλαος Ἐχίδνης καὶ Τυφῶνος τέκνα Κέρβερον ἀθάνατον καὶ ἄλλα τερατώδη φασὶν εἶναι· τόν τε Ἀετὸν τὸν καθ’ Ἡσίοδον τὸ τοῦ Προμηθέως ἧπαρ ἐσθίοντα ἐκ τῶν αὐτῶν φησι γεγενῆσθαι Φερεκύδης ὁ Ἀθηναῖος