Ancient Greek · ~2 min
Column 1
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 1-6
Not analysed yet
σεκπεπομ ὅθεν καὶ βίωι ταλαιπωροτέρωι τῶν ἐχθίστων Ἔφυρον αὐτούς· κατὰ τὰς ὑπολήψεις δὲ τούτων οἱ μὲν γεγονότες θνητοὶ παραγράπτους ἔχουσι τὰς κακοπαθίας, οἱ δ’ ἀεὶ ζῶντες αἰωνίους ἀναδέχονται τὰς συμφοράς. ἀλλὰ δὴ καὶ νοσοῦντας πεποιήκασι τὸν Ἡρακλέα καὶ τὴν Λητὼ κατὰ τὰς ιας ανακ ὠδίνειν ἐν λοχίαι τὸν Δία, τὸν δὲ Ἡρακλέα καὶ μανίαι κατάσχετον ὡς Σοφοκλῆς καὶ Εὐριπίδης καὶ τὸν Διόνυσον ὡς Ἀχαιὸς ἐν Εἴριδει Σατύροις καὶ Φερεκύδης ὁ Ἀθηναῖος καὶ τοῖς θε