Ancient Greek · ~2 min
Column 1
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 1-8
Not analysed yet
Διομήδης τῆς Ἀθηνᾶς ὑποβαλούσης πρῶτον μὲν ἥψατο Ἀφροδίτης, εἶθ’ ὡς ποδῶν εἶχε φευγούσης ἀναπαυσάμενος εἰς τὸ ζῶμα ἐπάταξεν τὸν Ἄρη καὶ διέκοψε· καὶ Ὅμηρος καὶ τρωθέντα ὑπ’ Ἀπόλλωνός φησι τὸν Ἀ χιλλέα τελευτῆσαι. τὴν δ’ Ἥραν Ὅμηρος οὐδὲ πολλοῦ χρόνου διαγενηθέντος ἠικίσθαι φησὶν δεύτερον ὑπὸ Διὸς ἠρτημένην ἐν ἀέρι. ανταδ γοῦν ἀναισχυνπαλιπω δῆτ’ ἀλογίας σηνεῖον καὶ τῆς κακολογίας ὑπόμνημα ν μοι δοκεῖ τὸν γοῦν Ἑρμῆν εο φησιν Ὅμηρος Αὐτολύκωι δεδωκέναι τὴν διαφέρουσαν ἀνθρώπων ἁπάντων κλεπτοσύνην καὶ ἐπιορκίαν, ὅτι αὐτῶι κε χαρισμένα μηρία ἔκαυσ’ ἀρνῶν ἠδ’ ἐρίφων ,καὶ συμπαρεῖναι προθύμως ἐν ἔργοις ἅπα 33σιν