Ancient Greek · ~2 min
Column 1
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 1-9
Not analysed yet
γέγραφεν Ἄμμωνα Διόνυσον εἶναι, τὸν δ’ ἐν τῆι Ἄμμωι Ἀπόλλω Στησίμβροτος. Αἰσχύλος δ’ ἐν Ἡλιάσιν τὸν Δία καὶ αἰθέρα λέγει καὶ γῆν καὶ οὐρανὸν καὶ τὰ πάντα καὶ ὑπὲρ τὰ πάντα. Σοφοκλῆς δ’ ἐν Μυσοῖς μὲν τὸν Δία καὶ οὐρανὸν Ἡλιωπὸν λέγει, ἐν Αἰγίσθωι δ’ Ἥλιον μόνον, ἐν Οἰνεῖ δὲ καὶ τὸν Δία Ὁμίχλην, τὸν δ’ Ἥλιον Ἀπόλλω, Ἀτλάντα δὲ τὸ τῆς Λιβύης ὄρος εἶναί φησι