Ancient Greek · ~2 min
Column 10
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 10-3
Not analysed yet
τοῦ αὑτῆς ἀνδρὸς διότι εἶχεν κυλλοὺς ἄμφω πόδας, ὑπὸ δὲ τῆς Θετιδός φησιν ἐκτραφῆναι. Τὸν δ’ Ἑρμῆν ὅτι τετράγωνον ἄνωθεν παραδεδώκασιν θεωροῦμεν. Καίτοι τὸ μὲν ἢ γεννηθῆναι τὴν μορφὴν ἄτοπον ἢ τῶν μερῶν ὕστερόν τινι δυστυχῆσαι τὴν κακίαν ἐκφεύγειν δύναται, τὸ δὲ πονηροτάτους εἰσάγειν θεοὺς ἄνωθεν ἐκ γενετῆς ὑπερβολάς ἔστιν οὐκ ἀπολειπόντων ἀσεβείας. Ἆρ’ οὐχ Ὅμηρος μὲν Διὸς υἱὸν ὄντα τὸν Ἄρη καὶ ἄφρονα καὶ ἀθέμιστον καὶ μιαιφόνον καὶ φίλεριν καὶ φιλόμαχον εἰσήγαγεν καὶ καθόλου τοιοῦτον οἷον οἱ συνγενέστατοι ψέγουσιν