Ancient Greek · ~2 min
Column 26
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 26
Not analysed yet
ἄλλην θεωρίαν ὡς τὰ διαδεδομένα ἱερὰ παραβαίνοντας ἢ διαγε λῶντας· ὁ δ' Ἐπίκουρος φανήσεται καὶ τετηρηκὼς ἅπαντα καὶ τοῖς φίλοις τηρεῖν παρεγγυηκώς, οὐ μόνον διὰ τοὺς νόμους ἀλλὰ διὰ φυσεικὰς αἰτίας· προσεύχεισθαι γὰρ ἐν τῶι Περὶ βίων οἰκεῖον εἶναι ἡμεῖ ν φησιν, οὐχ ὡς δυσμενῶν τῶν θεῶν εἰ μὴ ποιήσομεν, ἀλλὰ κατὰ τὴν ἐπίνοιαν τῶν ὑπερβαλλουσῶν δυνάμει καὶ σπουδαιότητι φύσεων ἵνα τάς τε τελλ ε ι ότητας γεινώσκωμεν καὶ τοῖς νόμοις συνπεριφοράς· πρὸς τῶι γράφειν δὲ καὶ τοῦτ' ἐ ν τῶι Περὶ