Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 3-4
Not analysed yet
πρώτην τούτων τὴν ἐκ τῆς μητρός, ἕτέραν δὲ τὴν ἐκ τοῦ μηροῦ, τρίτην δὲ τὴν ὅτε διασπασθεὶς ὑπὸ τῶν Τιτάνων Ῥέας τὰ μέλη συνθείσης ἀνεβίω. καὶ ἐν Μοψοπίαι δ’ Εὐφορίων ὁμολογεῖ τούτοις· ὁ δ’ Ὀρφεὺς κάτω καὶ παντάπασιν ἐνδιατρείβειν φησί. Τὸν δὲ Ἄδωνιν οἱ πλεῖστοι τελευτῶντα ποιοῦσιν, αἱ δὲ σεβόμεναι πόλεις καὶ πένθουσιν καθ’ ἕκαστον ἐνιαυτόν. Οἱ Αἰγύπτιοι δὲ καὶ πάντας ἁπλῶς τοὺς θεοὺς ὅσους σέβονται τελευτῆσαι νομίζουσιν