Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 3-7
Not analysed yet
χεν πολιὴν ἅλα ναιέμεν ἀεί, Ζεὺς δὲ μετὰ τῶν ἄλλων τῶν ὑπουρανίων ἐν Αἰθέρι καὶ νεφέλησιν ,Ἅιδης δὲ σὺν τοῖς ὑποχθονίοις δαίμοσιν ζόφον ἠερόεντα· διὸ κἂν γελάσειέν τις τῶν ὑπὸ γῆς φοβουμένων καθ’ Ὅμηρον μὴ τῆς γῆς ἀναρραγείσης τοῦ φωτὸς μετέχωσιν. καὶ παντοδαπαῖς δὲ τιμωρίαις παρεισήχασιν τοὺς θεοὺς συνεχομένους οἷον Αἰσχύλος θέαν ἐν Προμηθεῖ τίθησιν τὸν ἀνηρτημένον ἐν πέτραι