Ancient Greek · ~2 min
Column 31
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 31
Not analysed yet
ρα δη φύσιν τὴν κατὰ τὸ κριτήριον ποιουμένην ὀρθῶς ἐπίνοιαν ὠφελείας νομίζεσθαι· ἵνα δὲ μὴ ἐκτείνω τὸν λόγον, πάλιν· ἡμεῖς θεοῖς θύωμέν φησιν ὁσίως καὶ καλῶς οὗ καθήκει καὶ καλῶς πάντα πράττωμεν κατὰ τοὺς νόμους, μηθὲν ταῖς δόξαις αὑτοὺς ἐν τοῖς περὶ τῶν ἀρίστων κ αὶ σεμνοτάτων διαταράττοντε ς· ἔτι δὲ καὶ δίκαιοι θύωμεν ἀφ' ἧς ἔλεγον δόξης· οὕτω γὰρ ἐνδέχεται φύσιν θνητὴν ὁμοίως τῶι Διῒ νὴι Δία διά γειν, ὡς φαίνεται· κἀν τοῖς Περὶ βίων δὲ π ερὶ τῆς προσκυνήσεως