Ancient Greek · ~2 min
Column 41
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 41
Not analysed yet
ντο τοιοῦτον οὖν ἄνθρωπον ἐν εὐσεβείαι τιμῶμεν ἡμεῖς, τοῦ δ' ἐμφαινομένου ταπεινοῦ καταφρονοῦμεν· οὐδαμ ῶς δὲ καὶ κατ' ἐκεῖνο συγγνοίη τις ἂν τὴν ἀπεχθημοσύνη ν, τάχα δὲ καὶ πολλὴν δυσαισθησία ν τοῖς κατηγοροῦσιν, ὅτι μόνους τοὺς Ἐπικούρου λόγους εὐθύνου σιν ὡς ἕνεκα τοιούτων ἀνοσίους ὄντας· οὐδεὶς γὰρ ὡς εἰπεῖ ν τῶν ὠφελεῖν καὶ βλάπτειν εἰρηκότων φιλοσόφων τοὺς θεοὺς ὁμοίας τοῖς χυδαίοις ὑπέλιπεν τὰς ὠφελίας καὶ τὰς βλάβας· ἔνιοι δ' οὐδὲ βλάπτειν ὅλως ἔφασαν αὐτούς, ὡσαύτως δ' οὐδὲ προσδεῖσθαι τού