Ancient Greek · ~2 min
Column 45
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 45
Not analysed yet
τα καὶ ἀπηρτισμένα γ' ἔχειν· διατελοῦσιν δὲ πα νταχῆ λέγοντες, ἵνα μὴ συνγράμματα παρατιθεὶς ἐκτείνω, πάντων τῶν ὄντων ἄριστον καὶ σεμνότατον καὶ ἀξιοζηλωτότατον καὶ πάντων τῶν ἀγαθῶν κυριεύοντα κἀπραγμάτευτον καὶ ὑψηλὸν καὶ μεγαλόφρονα καὶ μεγαλόψυχον καὶ ἅγιον καὶ ἁγιώτατον καὶ ἵλεων. διὸ καὶ μόνοι μεγίστην εὐσέβειαν ἐζηλωκέναι φασὶ καὶ δοξάζειν ὁσιώτατα περὶ θεῶν καὶ τῶ ν ἄλλων τἀναντία καταγεινώσκουσιν ὡς ἂν ὑπεναντία τῆι προλήψει δογματιζόντων, καὶ καθαρώτατα τὴν ἄφραστον ὑπεροχὴν τῆς ἰσχύος τοῦ θείου καὶ τῆς τελειό 33τητος