Ancient Greek · ~2 min
Column 47
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 47
Not analysed yet
λους ἀνθρώπων πολειτείας διά τε τοῦτ' οὐκ εὐσεβεῖς, ἐπειδὴ συνπεριλαμβάνειν ἔοικεν ἡ εὐσέβεια καὶ τὸ πρὸ ς ἀνθρώπους ἀβλαβὲς καὶ μάλιστ' εἰς τοὺς εὐποιοὺς καὶ τὰς πατρίδας· ἀμέλει γὰρ οἱ μὲν ἠπιώτερον καὶ κηδεμον ικώτε ρον ἤδη τιμῶσιν, ἡμεῖς δὲ π άντες ὡς ἀληθῆ τὰ δόγματα καὶ παρασκευαστικὰ τῆς ἡμῶν αὐτῶν ἀταραξίας· ἀλλ' οἱ πολλο ὶ νομίζοντες ἀσεβεῖς τοὺς οὕτωι περὶ θεῶν ἀποφαινο μένους κολάζουσιν, ὡς Ἀθηναῖοι Σωκράτην καί τινας ἑτέρους καίτοι γε τῶν ἄλλων εὐπαιδευτότατοι λεχθέντες ἀν