Ancient Greek · ~2 min
Column 5
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 5-8
Not analysed yet
καὶ τῶν θεῶν φθονούντων τοῖς ἀνθρώποις τοῦ πυρὸς Ἥφαιστος μὲν Διὸς κελεύσαντος γυναῖκα ἔπλασεν περικαλλῆ τοῖς ἀνθρώποις, οἱ δ’ ἄλλοι θεοὶ παντοίως αὐτὴν ἐκόσμησαν καὶ Ἑρμῆς ἐνέθηκεν ψεύδεά θ’ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην ὅτι πάντες Ὀλύμ πια δώματ’ ἔχοντες δῶρον ἐδώρησαν πῆ μ’ ἀνδράσιν ἐσσομέ νοισιν. Ἀσκληπιὸν δὲ Ζεὺς ἐκεραύνωσεν ὡς μὲν ὁ τὰ Ναυπακτιακὰ συνγράψας καὶ ἐν Ἀσκληπιῶι Τελέστης καὶ Κεινησίας ὁ μελοποιός, ὅτι τὸν Ἱππόλυτον παρακληθεὶς ὑπ’ Ἀρτέμιδος ἀνέστησεν, ὡς δ’ ἐν Ἐριφύληι Στησίχορος, ὅτι Καπανέα καὶ Λυκοῦργον, ὡς δέ τινες ἀναστήσας τὸν Τυνδάρεων το